<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="45"><p>καὶ ὡς μὲν ἀληθῆ λέγει, οὐδένα μάρτυρα παρέσχηται, λόγῳ δὲ καταχρῆται, ἵνα μὴ αὐτὸς δοκῇ ἀποστερεῖν ἀλλʼ Ἀντίμαχος δανείσασθαι. καίτοι, ὦ ἄνδρες δικασταί, μέγα ὑμῖν ἐρῶ τεκμήριον ὅτι οὐκ Ἀντιμάχῳ ἐδάνεισεν ὁ πατὴρ τοῦτο τὸ ἀργύριον, ἀλλὰ Τιμοθέῳ περὶ ἀναγωγὴν ὄντι. πότερα γὰρ ἂν οἴεσθε ῥᾷον εἶναι τῷ πατρὶ δημευθέντων τῶν Ἀντιμάχου ἐνεπισκήψασθαι ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἐνοφειλόμενον αὑτῷ τοῦτο τὸ ἀργύριον, εἴπερ Ἀντιμάχῳ ἐδάνεισεν, </p></div></div></body></text></TEI>