<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="37"><p>σκέψασθε δὲ κἀκεῖνο, ὅτι πολλοὶ καὶ χρηστοὶ τῶν πολιτῶν οἰκεῖοι ὄντες τούτῳ ἐπεμελοῦντο τῶν τούτου, ἀποδημοῦντος παρὰ βασιλεῖ Τιμοθέου· ὧν οὐδεὶς τετόλμηκεν μαρτυρῆσαι τούτῳ ἢ ὡς οὐκ ἔλαβεν ὁ Φιλώνδας τὸ ναῦλον τῶν ξύλων ἀπὸ τῆς τραπέζης ἢ ὡς λαβὼν ἀπέδωκεν, οὐδʼ αὖ ὡς αὐτῶν τις διέλυσε τὸ ναῦλον ὑπὲρ τῶν ξύλων ὧν ἤγαγεν ὁ Φιλώνδας, δοθέντων τούτῳ παρʼ Ἀμύντου· ἡγοῦνται γὰρ περὶ πλείονος αὑτοῖς εἶναι καλοὶ κἀγαθοὶ δοκεῖν εἶναι μᾶλλον ἢ Τιμοθέῳ χαρίσασθαι τὰ ψευδῆ μαρτυροῦντες.</p></div></div></body></text></TEI>