<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="36"><p>ἔπειτα πρὸς τούτοις τίνι ὑμῶν εἰκὸς δοκεῖ εἶναι, μὴ κελεύσαντος τούτου τὸ ναῦλον παρασχεῖν τῶν ξύλων τῶν δοθέντων τούτῳ ὑπὸ Ἀμύντου, πιστεῦσαι τὸν πατέρα τὸν ἐμὸν Φιλώνδᾳ καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα ἐκ τοῦ λιμένος εἰς τὴν οἰκίαν τὴν τούτου; ἢ πῶς οἷόν τʼ ἐστὶν τὸν μὲν Φιλώνδαν ἐμπορίας ἕνεκα ἀγαγεῖν τὰ ξύλα, ὡς οὗτός φησιν, καταχρήσασθαι δὲ τοῦτον ἥκοντα εἰς τὴν οἰκοδομίαν τὴν αὑτοῦ τοῖς ξύλοις τούτοις; </p></div></div></body></text></TEI>