<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="3"><p>ἀλλʼ ὅμως, ὦ ἄνδρες δικασταί, οὐ περὶ πλείονος ἐποιήσατο ὁ πατὴρ περιουσίαν χρημάτων μᾶλλον ἢ οὐ Τιμοθέῳ ὑπηρετῆσαι ὧν ἐδεήθη αὐτοῦ, ἐν ἀπορίᾳ ὄντι. ᾤετο μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὁ πατήρ, εἰ σωθείη Τιμόθεος τότε ἐξ ἐκείνων τῶν κινδύνων καὶ ἀφίκοιτο οἴκαδε παρὰ βασιλέως, εὐπορωτέρου γενομένου τούτου ἢ ὡς τότε διέκειτο, οὐ μόνον τὰ ἑαυτοῦ κομιεῖσθαι, ἀλλὰ καὶ ἄλλου εἴ του δέοιτο πρὸς Τιμόθεον πρᾶξαι ὑπάρξειν αὑτῷ.</p></div></div></body></text></TEI>