κατὰ τὸν νόμον τοῦτον, ὦ ἄνδρες δικασταί, ἡ πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ. καὶ μετὰ ταῦτα ὁ ἄρχων ἀνέκρινε πᾶσιν ἡμῖν τοῖς ἀμφισβητοῦσιν, καὶ ἀνακρίνας εἰσήγαγεν εἰς τὸ δικαστήριον. καὶ οὑτοσὶ Ὀλυμπιόδωρος ἠγωνίζετο πρῶτος, καὶ ἔλεγεν ὅ τι ἐβούλετο, καὶ μαρτυρίας παρείχετο ἃς ἐδόκει τούτῳ· κἀγώ, ὦ ἄνδρες δικασταί, σιωπῇ ἐκαθήμην ἐπὶ τοῦ ἑτέρου βήματος. τοῦτον δὲ τὸν τρόπον κατασκευασθέντος τοῦ ἀγῶνος ἐνίκησεν ῥᾳδίως. νικήσας δὲ καὶ διαπραξαμένων ἅπαντα ὅσα ἐβουλήθημεν ἐν τῷ δικαστηρίῳ, καὶ ἀπολαβὼν παρὰ τῶν πρότερον ἐπιδικασαμένων ὅσα ἦσαν ἐκεῖνοι παρʼ ἡμῶν εἰληφότες, ταῦτα δὴ πάντα ἔχων καὶ τὸ ἀργύριον ὃ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος, οὐδʼ ὁτιοῦν ἠθέληκεν τῶν δικαίων πρός με ποιῆσαι, ἀλλʼ ἔχει αὐτὸς ἅπαντα, ὀμωμοκὼς καὶ συνθήκας πρός με ποιησάμενος ἦ μὴν ἰσομοιρήσειν. καὶ αἱ συνθῆκαι αὗται ἔτι καὶ νῦν κεῖνται παρὰ τῷ Ἀνδροκλείδῃ, καὶ μεμαρτύρηκεν αὐτὸς πρὸς ὑμᾶς. βούλομαι δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα μαρτυρίας ὑμῖν παρασχέσθαι, πρώτιστον μὲν τὸ ἐξ ἀρχῆς ὅτι ἐγὼ καὶ οὗτος ἡμῖν αὐτοῖς δικάσαντες ἐνειμάμεθα τὸ ἴσον ἑκάτερος τῆς φανερᾶς οὐσίας ἧς Κόμων κατέλιπεν. καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν πρῶτον, ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγίγνωσκε. ΜΑΡΤΥΡΙΑ. λαβὲ δή μοι καὶ τὴν πρόκλησιν, ἣν προὐκαλεσάμην αὐτὸν περὶ τοῦ ἀργυρίου οὗ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος. ΠΡΟΚΛΗΣΙΣ. ἀναγίγνωσκε δὲ καὶ τὴν ἑτέραν μαρτυρίαν, ὅτι, ἐπειδὴ ἐπεδικάσαντο οἱ ἀντίδικοι ἡμῶν, ἅπαντα παρέλαβον ὅσα ἡμεῖς εἴχομεν, πλὴν τῶν χρημάτων ὧν εἶχεν Ὀλυμπιόδωρος παρὰ τοῦ βασανισθέντος ἀνθρώπου. ΜΑΡΤΥΡΙΑ. ὃν μὲν τρόπον, ὦ ἄνδρες δικασταί, ἐξ ἀρχῆς διενειμάμεθα τὴν Κόμωνος οὐσίαν τὴν φανερὰν ἐγὼ καὶ Ὀλυμπιόδωρος, καὶ λόγῳ ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν, καὶ ὡς οὗτος τὸ ἀργύριον ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, καὶ ὅτι οἱ ἐπιδικασάμενοι ἔλαβον ὅσα ἡμεῖς εἴχομεν, ἕως οὑτοσὶ πάλιν ἐνίκησεν ἐν τῷ δικαστηρίῳ.