<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg048.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent">ἀναγκαῖον ἴσως ἐστίν, ὦ ἄνδρες δικασταί, καὶ τοὺς μὴ εἰωθότας μηδὲ δυναμένους <add>εἰπεῖν</add> εἰσιέναι εἰς δικαστήριον, ἐπειδὰν ὑπό τινος ἀδικῶνται, ἄλλως τε καὶ ὑφʼ ὧν ἥκιστα προσῆκεν <del>ἀδικεῖσθαι</del>, οἷον καὶ ἐμοὶ νυνὶ συμβαίνει. οὐ βουλόμενος γάρ, ὦ ἄνδρες δικασταί, ἀγωνίζεσθαι πρὸς Ὀλυμπιόδωρον οἰκεῖον ὄντα καὶ ἀδελφὴν τούτου ἔχων, ἠνάγκασμαι διὰ τὸ μεγάλʼ ἀδικεῖσθαι ὑπὸ τούτου.</p></div></div></body></text></TEI>