τούτου τοίνυν τοῦ ψηφίσματος γεγενημένου, ἡ μὲν ἀρχὴ ἐπεκλήρωσεν καὶ παρέδωκε τοὺς ὀφείλοντας τὰ σκεύη τῇ πόλει , οἱ δὲ τῶν νεωρίων ἐπιμεληταὶ τοῖς τριηράρχοις τοῖς ἐκπλέουσιν τότε καὶ τοῖς ἐπιμεληταῖς τοῖς ἐν ταῖς συμμορίαις. ὁ δὲ νόμος ὁ τοῦ Περιάνδρου ἠνάγκαζεν καὶ προσέταττεν παραλαβεῖν τοὺς ὀφείλοντας τὰ σκεύη, καθʼ ὃν αἱ συμμορίαι συνετάχθησαν. πρὸς δὲ τούτοις ἕτερον ψήφισμα δήμου ἠνάγκαζε τὸ πρὸς μέρος ἡμῖν διδόναι τῶν ὀφειλόντων ἕκαστον εἰσπράξασθαι. ἔτυχον δὴ ἐγὼ μὲν τριηραρχῶν καὶ ἐπιμελητὴς ὢν τῆς συμμορίας, Δημοχάρης δὲ ὁ Παιανιεὺς ἐν τῇ συμμορίᾳ ὢν καὶ ὀφείλων τῇ πόλει σκεύη μετὰ Θεοφήμου τουτουί, συντριήραρχος γενόμενος. γεγραμμένους οὖν αὐτοὺς ἀμφοτέρους ἐν τῇ στήλῃ ὀφείλοντας τὰ σκεύη τῇ πόλει ἡ ἀρχὴ παραλαβοῦσα παρὰ τῆς προτέρας ἀρχῆς, ἡμῖν παρέδωκεν κατά τε τὸν νόμον καὶ τὰ ψηφίσματα. ἐξ ἀνάγκης οὖν ἦν μοι παραλαβεῖν, ἐπεὶ ἐν τῷ πρόσθε χρόνῳ πολλὰς τριηραρχίας τετριηραρχηκὼς ὑμῖν οὐδεπώποτε ἔλαβον σκεύη ἐκ τοῦ νεωρίου, ἀλλʼ αὐτὸς ἰδίᾳ παρεσκεύαζον, ὁπότε δέοι, ἵνα ὡς ἐλάχιστα πράγματα ἔχοιμι πρὸς τὴν πόλιν· τότε δὲ κατά τε τὰ ψηφίσματα καὶ τὸν νόμον ἠναγκαζόμην παραλαμβάνειν. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν μάρτυρας παρέξομαι τό τε ψήφισμα καὶ τὸν νόμον, ἔπειτα τὴν ἀρχὴν αὐτὴν τὴν παραδοῦσαν καὶ εἰσαγαγοῦσαν εἰς τὸ δικαστήριον, εἶτα τοὺς ἐκ τῆς συμμορίας, ἧς ἦν ἐπιμελητὴς καὶ τριήραρχος. καί μοι ἀνάγνωθι. ΝΟΜΟΣ. ΨΗΦΙΣΜΑ. ΜΑΡΤΥΡΙΑΙ. ὡς μὲν τοίνυν πολλή μοι ἀνάγκη ἦν παραλαβεῖν τοὺς ὀφείλοντας τῇ πόλει, τοῦ τε νόμου ἀκούετε καὶ τῶν ψηφισμάτων· ὡς δὲ καὶ παρέλαβον παρὰ τῆς ἀρχῆς, ὁ παραδοὺς ὑμῖν μεμαρτύρηκεν. σκέψασθαι οὖν ὑμᾶς εἰκός ἐστιν ἐξ ἀρχῆς, ὦ ἄνδρες δικασταί, τοῦτο πρῶτον, πότερον ἐγὼ ἠδίκουν ὁ ἀναγκαζόμενος εἰσπρᾶξαι τὸν Θεόφημον, ἢ Θεόφημος, ὃς ὀφείλων τῇ πόλει τὰ σκεύη πολὺν χρόνον οὐκ ἀπεδίδου.