<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><p>βούλομαι τοίνυν καὶ τὴν μαρτυρίαν ἐξελέγξαι, ὅτι οὐ πρόκλησίς ἐστιν, καὶ ὡς ἔδει μαρτυρεῖν αὐτούς, εἴπερ ἐγίγνετο ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο. <q>μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον ἀνοίγειν τὸ γραμματεῖον, ὃ παρεῖχεν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής, Ἀπολλόδωρον δʼ οὐκ ἐθέλειν ἀνοίγειν.</q> οὕτω μὲν ἂν μαρτυροῦντες ἐδόκουν ἀληθῆ μαρτυρεῖν· ἀντίγραφα δὲ τῶν διαθηκῶν τῶν Πασίωνος μαρτυρεῖν εἶναι τὰ ἐν τῷ γραμματείῳ ὃ παρείχετο Φορμίων, μήτε παραγενομένους ἐκείνῳ διατιθεμένῳ μήτʼ εἰδότας εἰ διέθετο, πῶς οὐ περιφανῶς ἀναισχυντία δοκεῖ ὑμῖν εἶναι; </p></div></div></body></text></TEI>