<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="27"><p rend="indent">ἡδέως ἂν τοίνυν ὑμᾶς ἐροίμην ἐπὶ τούτοις ἅπασι, κατὰ ποίους νόμους ὀμωμοκότες δικάζετε, πότερα κατὰ τοὺς τῆς πόλεως ἢ καθʼ οὓς Φορμίων αὑτῷ νομοθετεῖ. ἐγὼ μὲν τοίνυν τούτους παρέχομαι ὑμῖν, καὶ ἐξελέγχω αὐτοὺς ἀμφοτέρους παραβεβηκότας, Φορμίωνα μὲν ἐξ ἀρχῆς ἀδικήσαντα ἡμᾶς καὶ ἀποστερήσαντα τὰ χρήματα, ἃ ὁ πατὴρ ἡμῖν κατέλιπεν καὶ ἐμίσθωσε τούτῳ μετὰ τῆς τραπέζης καὶ τοῦ ἐργαστηρίου, Στέφανον δὲ τουτονὶ τὰ ψευδῆ μεμαρτυρηκότα καὶ παρὰ τὸν νόμον. </p></div></div></body></text></TEI>