<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="26"><p>καί μοι ἀνάγνωθι τὸν νόμον.</p><p rend="center"><label>ΝΟΜΟΣ.</label></p><p rend="indent"><quote type="statute">ἐάν τις συνιστῆται, ἢ συνδεκάζῃ τὴν ἡλιαίαν ἢ τῶν δικαστηρίων τι τῶν Ἀθήνησιν ἢ τὴν βουλὴν ἐπὶ δωροδοκίᾳ χρήματα διδοὺς ἢ δεχόμενος, ἢ ἑταιρείαν συνιστῇ ἐπὶ καταλύσει τοῦ δήμου, ἢ συνήγορος ὢν λαμβάνῃ χρήματα ἐπὶ ταῖς δίκαις ταῖς ἰδίαις ἢ δημοσίαις, τούτων εἶναι τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας.</quote></p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">ἡδέως ἂν τοίνυν ὑμᾶς ἐροίμην ἐπὶ τούτοις ἅπασι, κατὰ ποίους νόμους ὀμωμοκότες δικάζετε, πότερα κατὰ τοὺς τῆς πόλεως ἢ καθʼ οὓς Φορμίων αὑτῷ νομοθετεῖ. ἐγὼ μὲν τοίνυν τούτους παρέχομαι ὑμῖν, καὶ ἐξελέγχω αὐτοὺς ἀμφοτέρους παραβεβηκότας, Φορμίωνα μὲν ἐξ ἀρχῆς ἀδικήσαντα ἡμᾶς καὶ ἀποστερήσαντα τὰ χρήματα, ἃ ὁ πατὴρ ἡμῖν κατέλιπεν καὶ ἐμίσθωσε τούτῳ μετὰ τῆς τραπέζης καὶ τοῦ ἐργαστηρίου, Στέφανον δὲ τουτονὶ τὰ ψευδῆ μεμαρτυρηκότα καὶ παρὰ τὸν νόμον. </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">ἄξιον τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τόδε ἐνθυμηθῆναι, ὅτι διαθήκης οὐδεὶς πώποτε ἀντίγραφα ἐποιήσατο, ἀλλὰ συγγραφῶν μέν, ἵνα εἰδῶσι καὶ μὴ παραβαίνωσι, διαθηκῶν δὲ οὔ. τούτου γὰρ ἕνεκα <add>κατασεσημασμένας</add> καταλείπουσιν οἱ διατιθέμενοι, ἵνα μηδεὶς εἰδῇ ἃ διατίθενται. πῶς οὖν ὑμεῖς ἴστε ὅτι ἀντίγραφά ἐστιν τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα;</p><p rend="indent">δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω βοηθῆσαι μὲν ἐμοί, τιμωρήσασθαι δὲ τοὺς ἑτοίμως οὕτως τὰ ψευδῆ μαρτυροῦντας, ὑπέρ τε ὑμῶν αὐτῶν καὶ ἐμοῦ καὶ τοῦ δικαίου καὶ τῶν νόμων. </p></div></div></body></text></TEI>