ὅτι δʼ ἐν τοσούτῳ λόγῳ οὐδαμοῦ μάρτυρας παρέσχετο ὑμῖν, ὡς ἢ διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ παρεγένετό που αὐτὸς ταύτην τὴν διαθήκην, ὥστʼ εἰδέναι ταῦτα ὅτι ἀντίγραφά ἐστιν ὧν ὁ πατήρ μου διέθετο, ἢ ἀνοιχθὲν εἶδε τὸ γραμματεῖον ὅ φασι διαθέμενον ἐκεῖνον καταλιπεῖν, ταῦτα συμμέμνησθέ μοι. ἀλλὰ μὴν ὁπότε μεμαρτύρηκεν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, τὰς δὲ διαθήκας μὴ ἔχει ἐπιδεῖξαι μήθʼ ὡς ὁ πατὴρ διέθετο ἡμῶν μήθʼ ὡς αὐτὸς εἶδεν παραγενόμενος αὐτὰς διατιθεμένου τοῦ πατρός, πῶς οὐ περιφανῶς οὗτος ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκώς; εἰ τοίνυν πρόκλησίν φησιν εἶναι καὶ μὴ μαρτυρίαν, οὐκ ἀληθῆ λέγει. ἅπαντα γὰρ ὅσα παρέχονται εἰς τὸ δικαστήριον προκαλούμενοι ἀλλήλους οἱ ἀντίδικοι, διὰ μαρτυρίας παρέχονται. οὐ γὰρ ἂν εἰδείηθʼ ὑμεῖς εἴτʼ ἐστὶν ἀληθῆ εἴτε ψευδῆ ἅ φασιν ἑκάτεροι, εἰ μή τις καὶ τοὺς μάρτυρας παρέχοιτο. ὅταν δὲ παράσχηται, τούτοις πιστεύοντες ὑποδίκοις οὖσιν ψηφίζεσθε ἐκ τῶν λεγομένων καὶ μαρτυρουμένων ἃ ἂν ὑμῖν δοκῇ δίκαια εἶναι.