ἵνα δὲ εἰδῆτε ἀκριβῶς, αὐτὸν τὸν νόμον μοι ἀνάγνωθι. ΝΟΜΟΣ. τοῖν ἀντιδίκοιν ἐπάναγκες εἶναι ἀποκρίνασθαι ἀλλήλοις τὸ ἐρωτώμενον, μαρτυρεῖν δὲ μή. σκέψασθε τοίνυν τουτονὶ τὸν νόμον, ὃς κελεύει ὑποδίκους εἶναι τῶν ψευδομαρτυρίων καὶ κατʼ αὐτὸ τοῦτο, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον. ΝΟΜΟΣ. ἔστω δὲ καὶ ὑπόδικος τῶν ψευδομαρτυρίων ὁ μαρτυρήσας αὐτοῦ τούτου, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον· καὶ ὁ προβαλόμενος κατὰ ταὐτά.