<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="81"><p>καίτοι πρὸς θεῶν, εἰ κλέπτην σʼ ἀπῆγον ὡς ἐπʼ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τʼ ἦν, ἐπιθείς σοι, εἶτά σʼ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένος ταῦτʼ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίνʼ ἂν αὔτʼ ἀνήγαγες; οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθʼ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς· βάρβαρος γὰρ ἐωνήθης. εἶθʼ ᾧ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφʼ ἡμῶν; </p></div><div type="textpart" subtype="section" n="82"><p>εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρʼ ἐξήταζες ὅστις ἦν; ἐφʼ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν; ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γʼ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γʼ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν <del>καὶ</del> σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα. </p></div><div type="textpart" subtype="section" n="83"><p rend="indent">τάχα τοίνυν ἂν ἴσως καὶ τοῦτό τις αὐτῶν εἴποι, ὡς ἀδελφὸς ὢν ἐμὸς Πασικλῆς οὐδὲν ἐγκαλεῖ τῶν αὐτῶν τούτῳ πραγμάτων. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ Πασικλέους, παραιτησάμενος καὶ δεηθεὶς ὑμῶν συγγνώμην ἔχειν, εἰ προεληλυθὼς εἰς τοῦθʼ ὥσθʼ ὑπὸ τῶν ἐμαυτοῦ δούλων ὑβρισθεὶς οὐ δύναμαι κατασχεῖν, ἃ τέως οὐδὲ τῶν ἄλλων λεγόντων ἀκούειν ἐδόκουν, ἐρῶ καὶ οὐ σιωπήσομαι. </p></div><div type="textpart" subtype="section" n="84"><p>ἐγὼ γὰρ ὁμομήτριον μὲν ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δʼ οὐκ οἶδα, δέδοικα μέντοι μὴ τῶν Φορμίωνος ἁμαρτημάτων εἰς ἡμᾶς ἀρχὴ Πασικλῆς ᾖ. ὅταν γὰρ τῷ δούλῳ συνδικῇ τὸν ἀδελφὸν ἀτιμῶν, καὶ παραπεπτωκὼς θαυμάζῃ τούτους ὑφʼ ὧν αὐτῷ θαυμάζεσθαι προσῆκεν, τίνʼ ἔχει δικαίαν ταῦθʼ ὑποψίαν; ἄνελʼ οὖν ἐκ μέσου μοι Πασικλέα, καὶ σὸς μὲν υἱὸς ἀντὶ δεσπότου καλείσθω, ἐμὸς δʼ ἀντίδικος (βούλεται γὰρ) ἀντʼ ἀδελφοῦ. </p></div><div type="textpart" subtype="section" n="85"><p rend="indent">ἐγὼ δὲ τούτῳ μὲν χαίρειν λέγω, οὓς δʼ ὁ πατήρ μοι παρέδωκε βοηθοὺς καὶ φίλους, εἰς τούτους ἥκω, εἰς ὑμᾶς, ὦ ἄνδρες δικασταί. καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, μὴ ὑπερίδητέ με καὶ τὰς θυγατέρας διʼ ἔνδειαν τοῖς ἐμαυτοῦ δούλοις καὶ τοῖς τούτου κόλαξιν ἐπίχαρτον γενόμενον. οὑμὸς ὑμῖν πατὴρ χιλίας ἔδωκεν ἀσπίδας, καὶ πολλὰ χρήσιμον αὑτὸν παρέσχε, καὶ πέντε τριήρεις ἐθελοντὴς ἐπιδοὺς καὶ παρʼ αὑτοῦ πληρώσας ἐτριηράρχησε τριηραρχίας. καὶ ταῦτα, οὐκ ὀφείλειν ὑμᾶς νομίζων χάριν ἡμῖν, ὑπομιμνῄσκω (ἡμεῖς γὰρ ὀφείλομεν ὑμῖν), ἀλλʼ ἵνα μὴ λάθω τι παθὼν τούτων ἀνάξιον· οὐδὲ γὰρ ὑμῖν ἂν γένοιτο καλόν. </p></div></div></body></text></TEI>