<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="61"><p rend="indent">οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες δικασταί, ὅτι τοῦτʼ ἔμελλον ποιήσειν, προθύμως ἐξομεῖσθαι. ἵνα τοίνυν παραχρῆμʼ ἐξελεγχθῶσιν ἐπιωρκηκότες, λαβέ μοι ταύτην τὴν μαρτυρίαν καὶ τὴν πρόκλησιν. ἀναγίγνωσκε.</p><p rend="center"><label>ΜΑΡΤΥΡΙΑ. ΠΡΟΚΛΗΣΙΣ.</label></p><p rend="indent"><quote type="deposition">μαρτυροῦσι παρεῖναι ὅτε Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον παραδοῦναι τὸν παῖδα τὸν ἀκόλουθον εἰς βάσανον περὶ τῆς ὑφαιρέσεως τοῦ γραμματείου, καὶ γράμματα ἦν ἕτοιμος γράφειν Ἀπολλόδωρος καθʼ ὅ τι ἔσται ἡ βάσανος. ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἐθελῆσαι παραδοῦναι Στέφανον, ἀλλʼ ἀποκρίνασθαι Ἀπολλοδώρῳ δικάζεσθαι, εἰ βούλοιτο, εἴ τί φησιν ἀδικεῖσθαι ὑφʼ ἑαυτοῦ.</quote></p></div><div type="textpart" subtype="section" n="62"><p rend="indent">τίς ἂν οὖν ὑπὲρ τοιαύτης αἰτίας, ὦ ἄνδρες δικασταί, εἴπερ ἐπίστευεν αὑτῷ, οὐκ ἐδέξατο τὴν βάσανον; οὐκοῦν τῷ φεύγειν τὴν βάσανον ὑφῃρημένος ἐξελέγχεται. ἆρʼ οὖν ἂν ὑμῖν αἰσχυνθῆναι δοκεῖ τὴν τοῦ τὰ ψευδῆ μαρτυρεῖν δόξαν ὁ τὴν τοῦ κλέπτης φανῆναι μὴ φυγών; ἢ δεηθέντος ὀκνῆσαι τὰ ψευδῆ μαρτυρεῖν, ὃς ἃ μηδεὶς ἐκέλευεν ἐθελοντὴς πονηρὸς ἦν; </p></div><div type="textpart" subtype="section" n="63"><p rend="indent">δικαίως τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτων ἁπάντων δοὺς ἂν δίκην, πολὺ μᾶλλον ἂν εἰκότως διὰ τἄλλα κολασθείη παρʼ ὑμῖν. σκοπεῖτε δέ, τὸν βίον ὃν βεβίωκεν ἐξετάζοντες. οὗτος γάρ, ἡνίκα μὲν συνέβαινεν εὐτυχεῖν Ἀριστολόχῳ τῷ τραπεζίτῃ, ἴσα βαίνων ἐβάδιζεν ὑποπεπτωκὼς ἐκείνῳ, καὶ ταῦτʼ ἴσασι πολλοὶ τῶν ἐνθάδʼ ὄντων ὑμῶν. </p></div><div type="textpart" subtype="section" n="64"><p>ἐπειδὴ δʼ ἀπώλετʼ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθʼ ὑπὸ τούτου καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδʼ ἐβοήθησεν, ἀλλʼ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλλον βοηθοῦσι· Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ τούτου πρεσβευτὴς μὲν ᾤχετʼ εἰς Βυζάντιον πλέων, ἡνίκʼ ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δʼ ἐμοῦ φανερῶς οὕτως καταμεμαρτύρηκεν. </p></div><div type="textpart" subtype="section" n="65"><p>εἶθʼ ὃς εὐτυχούντων ἐστὶ κόλαξ, κἂν ἀτυχῶσι, τῶν αὐτῶν τούτων προδότης, καὶ τῶν μὲν ἄλλων πολιτῶν πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων μηδενὶ μηδʼ ἐξ ἴσου χρῆται, τοῖς δὲ τοιούτοις ἐθελοντὴς ὑποπίπτει, καὶ μήτʼ εἴ τινα τῶν οἰκείων ἀδικήσει μήτʼ εἰ παρὰ τοῖς ἄλλοις φαύλην δόξαν ἕξει ταῦτα ποιῶν μήτʼ ἄλλο μηδὲν σκοπεῖ, πλὴν ὅπως τι πλέον ἕξει, τοῦτον οὐ μισεῖν ὡς κοινὸν ἐχθρὸν τῆς φύσεως ὅλης τῆς ἀνθρωπίνης προσήκει; ἔγωγʼ ἂν φαίην. </p></div></div></body></text></TEI>