προλαβὼν δέ μου ὥστε πρότερος λέγειν διὰ τὸ παραγραφὴν εἶναι καὶ μὴ εὐθυδικίᾳ εἰσιέναι, καὶ ταῦτʼ ἀναγνοὺς καὶ τἄλλʼ ὡς αὑτῷ συμφέρειν ἡγεῖτο ψευσάμενος, οὕτω διέθηκε τοὺς δικαστάς, ὥστε φωνὴν μηδʼ ἡντινοῦν ἐθέλειν ἀκούειν ἡμῶν· προσοφλὼν δὲ τὴν ἐπωβελίαν καὶ οὐδὲ λόγου τυχεῖν ἀξιωθείς, ἀλλʼ ὑβρισθεὶς ὡς οὐκ οἶδʼ εἴ τις πώποτʼ ἄλλος ἀνθρώπων, ἀπῄειν βαρέως, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ χαλεπῶς φέρων. λόγον δʼ ἐμαυτῷ διδοὺς εὑρίσκω τοῖς δικάσασι μὲν τότε πολλὴν συγγνώμην οὖσαν (ἐγὼ γὰρ αὐτὸς οὐκ ἂν οἶδʼ ὅ τι ἄλλʼ εἶχον ψηφίσασθαι, τῶν πεπραγμένων μὲν μηδὲν εἰδώς, τὰ δὲ μαρτυρούμενʼ ἀκούων), τούτους δʼ ἀξίους ὄντας ὀργῆς, οἳ τῷ τὰ ψευδῆ μαρτυρεῖν αἴτιοι τούτων ἐγένοντο. περὶ μὲν δὴ τῶν ἄλλων τῶν μεμαρτυρηκότων, ὅταν πρὸς ἐκείνους εἰσίω, τότʼ ἐρῶ· περὶ ὧν δʼ οὑτοσὶ Στέφανος μεμαρτύρηκεν, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν καὶ ἀνάγνωθί μοι, ἵνʼ ἐξ αὐτῆς ἐπιδεικνύω. λέγε· σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ. ΜΑΡΤΥΡΙΑ. στέφανος Μενεκλέους Ἀχαρνεύς, Ἔνδιος Ἐπιγένους Λαμπτρεύς, Σκύθης Ἁρματέως Κυδαθηναιεὺς μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ Ἀχαρνεῖ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὸ γραμματεῖον ὃ ἐνεβάλετο Φορμίων εἰς τὸν ἐχῖνον, ἀνοίγειν τὰς διαθήκας τὰς Πασίωνος, ἃς παρεῖχε πρὸς τὸν διαιτητὴν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής· Ἀπολλόδωρον δὲ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δὲ τάδε ἀντίγραφα τῶν διαθηκῶν τῶν Πασίωνος. ἠκούσατε μὲν τῆς μαρτυρίας, ὦ ἄνδρες δικασταί, νομίζω δʼ ὑμᾶς, εἰ καὶ μηδὲν τῶν ἄλλων αἰσθάνεσθέ πω, τοῦτό γʼ αὐτὸ θαυμάζειν, τὸ τὴν μὲν ἀρχὴν τῆς μαρτυρίας εἶναι πρόκλησιν, τὴν δὲ τελευτὴν διαθήκην. οὐ μὴν ἀλλʼ ἔγωγʼ οἶμαι δεῖν, ἐπειδάν, ὃ τῶν μεμαρτυρημένων ὡσπερεὶ κεφάλαιόν ἐστιν, ἐπιδείξω ψεῦδος ὄν, τηνικαῦτʼ ἤδη καὶ περὶ τῶν τοιούτων ποιεῖσθαι τοὺς λόγους. ἔστι δὴ μεμαρτυρημένον αὐτοῖς προκαλεῖσθαι Φορμίωνʼ ἀνοίγειν τὰς διαθήκας, ἃς παρέχειν πρὸς τὸν διαιτητὴν Τεισίαν Ἀμφίαν τὸν Κηφισοφῶντος κηδεστήν· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀνοίγειν· εἶναι δʼ ἃς αὐτοὶ μεμαρτυρήκασιν διαθήκας ἀντιγράφους ἐκείνων. εἶθʼ ἡ διαθήκη γέγραπται.