<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="53"><p rend="indent">ἐφʼ ᾧ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστʼ ἀπολωλέναι δίκαιός ἐστιν οὑτοσὶ Στέφανος, τοῦτʼ ἀκούσατέ μου. δεινὸν μὲν γάρ ἐστιν εἰ καὶ καθʼ ὅτου τις οὖν τὰ ψευδῆ μαρτυρεῖ, πολλῷ δὲ δεινότερον καὶ πλείονος ὀργῆς ἄξιον εἰ κατὰ τῶν συγγενῶν· οὐ γὰρ τοὺς γεγραμμένους νόμους ὁ τοιοῦτος ἄνθρωπος μόνον, ἀλλὰ καὶ τὰ τῆς φύσεως οἰκεῖʼ ἀναιρεῖ. </p></div><div type="textpart" subtype="section" n="54"><p>τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος. ἔστι γὰρ ἡ τούτου μήτηρ καὶ ὁ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφοί, ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ, τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς. ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος, εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδʼ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν, καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, </p></div><div type="textpart" subtype="section" n="55"><p>λαβὲ τὴν μαρτυρίαν τὴν Δεινίου καὶ ἀναγίγνωσκε, καὶ κάλει Δεινίαν.</p><p rend="center"><label>ΜΑΡΤΥΡΙΑ.</label></p><p rend="indent"><quote type="deposition">Δεινίας Θεομνήστου Ἀθμονεὺς μαρτυρεῖ τὴν θυγατέρα <add>τὴν</add> αὑτοῦ ἐκδοῦναι Ἀπολλοδώρῳ κατὰ τοὺς νόμους γυναῖκα ἔχειν, καὶ μηδεπώποτε παραγενέσθαι μηδὲ αἰσθέσθαι ὅτι Ἀπολλόδωρος ἀφῆκε τῶν ἐγκλημάτων ἁπάντων Φορμίωνα.</quote></p></div></div></body></text></TEI>