<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p>λαβὲ δὴ τὴν μίσθωσιν καὶ λέγε, ἣν τὸν αὐτὸν τρόπον διὰ προκλήσεως ἐνεβάλοντο.</p><p rend="center"><label>ΜΙΣΘΩΣΙΣ ΤΡΑΠΕΖΗΣ.</label></p><p rend="indent"><quote type="lease">κατὰ τάδε ἐμίσθωσε Πασίων τὴν τράπεζαν Φορμίωνι· μίσθωσιν φέρειν Φορμίωνα τῆς τραπέζης τοῖς παισὶ τοῖς Πασίωνος δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, χωρὶς τῆς καθʼ ἡμέραν διοικήσεως· μὴ ἐξεῖναι δὲ τραπεζιτεῦσαι χωρὶς Φορμίωνι, ἐὰν μὴ πείσῃ τοὺς παῖδας τοὺς Πασίωνος. ὀφείλει δὲ Πασίων ἐπὶ τὴν τράπεζαν ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας.</quote></p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">ἃς μὲν τοίνυν παρέσχετο συνθήκας ὡς κατὰ ταύτας μισθωσάμενος τὴν τράπεζαν, αὗταί εἰσιν, ὦ ἄνδρες δικασταί. ἀκούετε δʼ ἐν ταύταις ἀναγιγνωσκομέναις μίσθωσιν μὲν φέρειν τοῦτον, ἄνευ τῆς καθʼ ἡμέραν διοικήσεως, δύο τάλαντα καὶ τετταράκοντα μνᾶς τοῦ ἐνιαυτοῦ ἑκάστου, μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν αὐτῷ, ἐὰν μὴ ἡμᾶς πείσῃ. προσγέγραπται δὲ τελευταῖον <q>ὀφείλει δὲ Πασίων ἕνδεκα τάλαντα εἰς τὰς παρακαταθήκας</q>. </p></div><div type="textpart" subtype="section" n="33"><p>ἔστιν οὖν ὅστις ἂν τοῦ ξύλου καὶ τοῦ χωρίου καὶ τῶν γραμματείων τοσαύτην ὑπέμεινε φέρειν μίσθωσιν; ἔστι δʼ ὅστις ἄν, διʼ ὃν ὠφειλήκει τοσαῦτα χρήμαθʼ ἡ τράπεζα, τούτῳ τὰ λοίπʼ ἐπέτρεψεν; εἰ γὰρ ἐνεδέησεν τοσούτων χρημάτων, τούτου διοικοῦντος ἐνεδέησεν. ἴστε γὰρ πάντες, καὶ ὅτʼ ἦν ὁ πατὴρ ἐπὶ τοῦ τραπεζιτεύειν, τοῦτον καθήμενον καὶ διοικοῦντʼ ἐπὶ τῇ τραπέζῃ, ὥστʼ ἐν τῷ μυλῶνι προσῆκεν αὐτὸν εἶναι μᾶλλον ἢ τῶν λοιπῶν κύριον γενέσθαι. ἀλλʼ ἐῶ ταῦτα καὶ τἄλλʼ ὅσʼ ἂν περὶ τῶν ἕνδεκα ταλάντων ἔχοιμʼ εἰπεῖν, ὡς οὐκ ὤφειλεν ὁ πατήρ, ἀλλʼ οὗτος ὑφῄρηται. </p></div><div type="textpart" subtype="section" n="34"><p>ἀλλʼ οὗ ἀνέγνων εἵνεκα, τοῦ τὴν διαθήκην ψευδῆ δεῖξαι, τοῦθʼ ὑμᾶς ἀναμνήσω. γέγραπται γὰρ αὐτόθι, <q>μὴ ἐξεῖναι δὲ τραπεζιτεύειν Φορμίωνι, ἐὰν μὴ ἡμᾶς πείσῃ</q>. τοῦτο τοίνυν τὸ γράμμα παντελῶς δηλοῖ ψευδῆ τὴν διαθήκην οὖσαν. τίς γὰρ <add>ἂν</add> ἀνθρώπων, ἃ μὲν ἔμελλεν τραπεζιτεύων οὗτος ἐργάζεσθαι, ταῦθʼ ὅπως ἡμῖν τοῖς αὑτοῦ παισίν, ἀλλὰ μὴ τούτῳ γενήσεται προὐνοήθη, καὶ διὰ τοῦτο μὴ ἐξεῖναι τούτῳ τραπεζιτεύειν ἔγραψεν, ἵνα μὴ ἀφιστῆται ἀφʼ ἡμῶν· ἃ δʼ αὐτὸς εἰργασμένος ἔνδον κατέλειπε, ταῦθʼ ὅπως οὗτος λήψεται παρεσκεύασε; </p></div><div type="textpart" subtype="section" n="35"><p>καὶ τῆς μὲν ἐργασίας ἐφθόνησεν, ἧς οὐδὲν αἰσχρὸν ἦν μεταδοῦναι· τὴν δὲ γυναῖκʼ ἔδωκεν, οὗ μεῖζον οὐδὲν ἂν κατέλιπεν ὄνειδος, τυχών γε τῆς παρʼ ὑμῶν δωρεᾶς, εἶθʼ ὥσπερ ἂν δοῦλος δεσπότῃ διδούς, ἀλλʼ οὐ τοὐναντίον, εἴπερ ἐδίδου, δεσπότης οἰκέτῃ, προστιθεὶς προῖκα ὅσην οὐδεὶς τῶν ἐν τῇ πόλει φαίνεται; </p></div></div></body></text></TEI>