ἔχʼ αὐτοῦ.οὐδʼ ἂν εἷς ἔτι δήπου τοῦτʼ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ· ἀλλʼ εὐθὺς ἂν εἶπε τί δʼ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος; καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως εἰ μή φημʼ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν , οὕτως ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν , οὐ τῶν Πασίωνος . τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα· πλεῖστον δὲ δήπου κεχώρισται τό τʼ εἶναι καὶ τὸ τοῦτον φάσκειν. ἵνα τοίνυν εἰδῆθʼ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρʼ ἀκούσατέ μου. ἦν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο πρῶτον μὲν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν, ὑμεῖς δʼ ἴστε, κἂν ἐγὼ μὴ λέγω, ἔπειθʼ ὑπὲρ τοῦ κατασχεῖν ὅσʼ ἦν τῷ ἡμετέρῳ πατρὶ χρήματα παρὰ τῇ μητρί, πρὸς δὲ τούτοις ὑπὲρ τοῦ καὶ τῶν ἄλλων τῶν ἡμετέρων ἁπάντων κυρίῳ γενέσθαι. ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, τῆς διαθήκης αὐτῆς ἀκούσαντες γνώσεσθε· φανήσεται γὰρ οὐ πατρὸς ὡς ὑπὲρ υἱέων γράφοντος ἐοικυῖα διαθήκῃ, ἀλλὰ δούλου λελυμασμένου τὰ τῶν δεσποτῶν, ὅπως μὴ δώσει δίκην σκοποῦντος. λέγε δʼ αὐτοῖς τὴν διαθήκην αὐτήν, ἣν οὗτοι μετὰ τῆς προκλήσεως μεμαρτυρήκασιν· ὑμεῖς δʼ ἐνθυμεῖσθʼ ἃ λέγω. ΔΙΑΘΗΚΗ. τάδε διέθετο Πασίων Ἀχαρνεύς· δίδωμι τὴν ἐμαυτοῦ γυναῖκα Ἀρχίππην Φορμίωνι, καὶ προῖκα ἐπιδίδωμι Ἀρχίππῃ τάλαντον μὲν τὸ ἐκ Πεπαρήθου, τάλαντον δὲ τὸ αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ τὰ χρυσία, καὶ τἄλλα ὅσα ἐστὶν αὐτῇ ἔνδον, ἅπαντα ταῦτα Ἀρχίππῃ δίδωμι. ἠκούσατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσʼ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς. φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθʼ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκευωρημένης ὄψεσθʼ ὅτι πλάσμʼ ὅλον ἐστὶν ἡ διαθήκη. δείξω δʼ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθʼ ὁ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ. ἔστι δʼ οἶμαι ταῦτα τοιαῦτα. τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατʼ ἄρτι, τῶν δʼ ἐπὶ τῆς τραπέζης ὄντων, ἃ πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντʼ ἀποφῆναι τὸν πατέρʼ ἡμῶν, ἵνα, ὅσʼ ἐξελέγχοιτʼ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δʼ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν· τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματʼ οὐδενὸς λείπεται.