εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης Πασίωνος καὶ Φορμίωνος , ἢ πρὸς Φορμίωνα , ἢ τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ· εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆν διαθήκη Πασίωνος , πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δʼ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δʼ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων τῶν πατρῴων ὁμοίως; οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δʼ ὑφʼ ἡμῶν, ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δʼ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. ἀλλʼ ἐῶ Κηφισοφῶντα· οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτʼ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν. καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφʼ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρʼ αὑτῷ μαρτυρῆσαι, οὗτοι δʼ οὔτʼ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτʼ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ʼθέλειν ἔμʼ ἀνοίγειν, ταῦθʼ ὡς ἀντίγραφʼ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλʼ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται; ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθʼ ὁ πατὴρ οὑμὸς διαθέσθαι. λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγʼ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵνʼ ἐξ αὐτῆς δεικνύω. ΜΑΡΤΥΡΙΑ. μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος— ἐπίσχες.ἐνθυμεῖσθʼ ὅτι τῶν διαθηκῶν γέγραπται τῶν Πασίωνος . καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστʼ ἐγίγνεθʼ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. λέγε τὴν μαρτυρίαν ἀπʼ ἀρχῆς πάλιν. ΜΑΡΤΥΡΙΑ. μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ— Μαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε. ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον— Καὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν. εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος—