<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p>οἷον βασανίζειν οὐκ ἔστιν ἐναντίον ὑμῶν· ἀνάγκη τούτου πρόκλησιν εἶναι. οἷον εἴ τι πέπρακται καὶ γέγονεν ἔξω που τῆς χώρας, ἀνάγκη καὶ τούτου πρόκλησιν εἶναι, πλεῖν ἢ βαδίζειν οὗ τὸ πρᾶγμʼ ἐπράχθη· καὶ τῶν ἄλλων τῶν τοιούτων. ὅπου δʼ αὐτὰ τὰ πράγματʼ ἐφʼ αὑτῶν ἔστιν ὑμῖν ἐμφανῆ ποιῆσαι, τί ἦν ἁπλούστερον ἢ ταῦτʼ ἄγειν εἰς μέσον; </p></div><div type="textpart" subtype="section" n="17"><p>Ἀθήνησιν μὲν τοίνυν ὁ πατὴρ ἐτελεύτησεν οὑμός, ἐγίγνετο δʼ ἡ δίαιτʼ ἐν τῇ ποικίλῃ στοᾷ, μεμαρτυρήκασι δʼ οὗτοι παρέχειν τὸ γραμματεῖον Ἀμφίαν πρὸς τὸν διαιτητήν. οὐκοῦν εἴπερ ἀληθὲς ἦν, ἐχρῆν αὐτὸ τὸ γραμματεῖον εἰς τὸν ἐχῖνον ἐμβαλεῖν καὶ τὸν παρέχοντα μαρτυρεῖν, ἵνʼ ἐκ τῆς ἀληθείας καὶ τοῦ τὰ σημεῖʼ ἰδεῖν οἱ μὲν δικασταὶ τὸ πρᾶγμʼ ἔγνωσαν, ἐγὼ δʼ εἴ τις ἠδίκει με, ἐπὶ τοῦτον ᾖα. </p></div><div type="textpart" subtype="section" n="18"><p>νῦν δʼ εἷς μὲν οὐδεὶς ὅλον τὸ πρᾶγμʼ ἀνεδέξατο, οὐδὲ μεμαρτύρηκεν ἁπλῶς, ὡς ἄν τις τἀληθῆ μαρτυρήσειεν, μέρος δʼ ἕκαστος, ὡς δὴ σοφὸς καὶ διὰ τοῦτʼ οὐ δώσων δίκην, ὁ μὲν γραμματεῖον ἔχειν ἐφʼ ᾧ γεγράφθαι <q>διαθήκη Πασίωνος</q>, ὁ δὲ πεμφθεὶς ὑπὸ τούτου παρέχειν τοῦτο, εἰ δʼ ἀληθὲς ἢ ψεῦδος, οὐδὲν εἰδέναι. </p></div><div type="textpart" subtype="section" n="19"><p>οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθʼ οἱ <add>μὲν</add> δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες. καίτοι τό γʼ ἐναντίον ᾤοντο τούτου. ἵνα δʼ εἰδῆτε ταῦθʼ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν.</p><p rend="center"><label>ΜΑΡΤΥΡΙΑ.</label></p><p rend="indent"><quote type="deposition">Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφʼ ᾧ ἐπιγεγράφθαι <q>διαθήκη Πασίωνος</q>.</quote></p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">οὐκοῦν ἦν ἁπλοῦν, ὦ ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι <q>εἶναι δὲ τὸ γραμματεῖον, ὃ αὐτὸς παρέχει, τοῦτο</q>, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτʼ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρʼ αὑτοῦ λαβεῖν, γραμματεῖον δʼ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. ἔστι δὲ τοῦτʼ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν. </p></div></div></body></text></TEI>