καταψευδομαρτυρηθείς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Φορμίωνος ὑβριστικὰ καὶ δεινά, δίκην παρὰ τῶν αἰτίων ἥκω ληψόμενος παρʼ ὑμῖν. δέομαι δὲ πάντων ὑμῶν καὶ ἱκετεύω καὶ ἀντιβολῶ πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου (μέγα γὰρ τοῖς ἠτυχηκόσιν, ὥσπερ ἐγώ, δυνηθῆναι περὶ ὧν πεπόνθασιν εἰπεῖν καὶ εὐμενῶς ἐχόντων ὑμῶν ἀκροατῶν τυχεῖν), εἶτʼ ἐὰν ἀδικεῖσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια. ἐπιδείξω δʼ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα τὰ ψευδῆ, καὶ διʼ αἰσχροκερδίαν τοῦτο πεποιηκότα, καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν. ἐξ ἀρχῆς δʼ ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων εἰπεῖν πειράσομαι τὰ πεπραγμένα μοι πρὸς Φορμίωνα, ἐξ ὧν ἀκούσαντες τήν τʼ ἐκείνου πονηρίαν καὶ τούτους, ὅτι τὰ ψευδῆ μεμαρτυρήκασιν, γνώσεσθε. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ὑπὸ τοῦ πατρὸς καταλειφθέντων μοι, καὶ ταῦτα Φορμίωνος ἔχοντος, καὶ ἔτι πρὸς τούτοις τὴν μητέρα γήμαντος τὴν ἐμὴν ἀποδημοῦντος ἐμοῦ δημοσίᾳ τριηραρχοῦντος ὑμῖν (ὃν τρόπον δέ, οὐκ ἴσως καλὸν υἱεῖ περὶ μητρὸς ἀκριβῶς εἰπεῖν), ἐπειδὴ καταπλεύσας ᾐσθόμην καὶ τὰ πεπραγμένʼ εἶδον, πόλλʼ ἀγανακτήσας καὶ χαλεπῶς ἐνεγκὼν δίκην μὲν οὐχ οἷός τʼ ἦν ἰδίαν λαχεῖν (οὐ γὰρ ἦσαν ἐν τῷ τότε καιρῷ δίκαι, ἀλλʼ ἀνεβάλλεσθʼ ὑμεῖς διὰ τὸν πόλεμον), γραφὴν δʼ ὕβρεως γράφομαι πρὸς τοὺς θεσμοθέτας αὐτόν. χρόνου δὲ γιγνομένου, καὶ τῆς μὲν γραφῆς ἐκκρουομένης, δικῶν δʼ οὐκ οὐσῶν, γίγνονται παῖδες ἐκ τούτου τῇ μητρί. καὶ μετὰ ταῦτα (εἰρήσεται γὰρ ἅπασα πρὸς ὑμᾶς ἡ ἀλήθειʼ, ὦ ἄνδρες δικασταί) πολλοὶ μὲν καὶ φιλάνθρωποι λόγοι παρὰ τῆς μητρὸς ἐγίγνοντο καὶ δεήσεις ὑπὲρ Φορμίωνος τουτουί, πολλοὶ δὲ καὶ μέτριοι καὶ ταπεινοὶ παρʼ αὐτοῦ τούτου. ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, συντέμω ταῦτα, ἐπειδὴ ποιεῖν τʼ οὐδὲν ᾤετο δεῖν ὧν τόθʼ ὡμολόγησεν, καὶ τὰ χρήματʼ ἀποστερεῖν ἐνεχείρησεν ἃ τῆς τραπέζης εἶχεν ἀφορμήν, δίκην ἠναγκάσθην αὐτῷ λαχεῖν, ἐπειδὴ τάχιστʼ ἐξουσία ἐγένετο. γνοὺς δʼ οὗτος ὅτι πάντʼ ἐξελεγχθήσεται καὶ κάκιστος ἀνθρώπων περὶ ἡμᾶς γεγονὼς ἐπιδειχθήσεται, μηχανᾶται καὶ κατασκευάζει ταῦτα, ἐφʼ οἷς Στέφανος οὑτοσὶ τὰ ψευδῆ μου κατεμαρτύρησε. καὶ πρῶτον μὲν παρεγράψατο τὴν δίκην ἣν ἔφευγεν Φορμίων μὴ εἰσαγώγιμον εἶναι· ἔπειτα μάρτυρας, ὡς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων, παρέσχετο ψευδεῖς, καὶ μισθώσεώς τινος ἐσκευωρημένης καὶ διαθήκης οὐδεπώποτε γενομένης.