ἀλλὰ μὴν καὶ τὸν ἄρχοντά γε ἐξηπάτησεν παρακαταβάλλων καὶ ἡμᾶς, καὶ ἀντεγράψατο Ὀτρυνεὺς εἶναι ἐν Ἐλευσινίοις δημοτευόμενος. ἐπειδὴ τοίνυν τούτων πάντων ἀπετύγχανεν, ταῖς παρελθούσαις ἀρχαιρεσίαις ταύταις παρασκευασάμενός τινας τῶν δημοτῶν ἠξίου οὗτος ἐγγράφεσθαι ποιητὸς υἱὸς τῷ Ἀρχιάδῃ. ἀντιλεγόντων δʼ ἡμῶν καὶ ἀξιούντων, ἐπειδὰν τοῦ κλήρου ἡ διαδικασία γένηται, τηνικαῦτα τοὺς δημότας τὴν ψῆφον φέρειν, πρότερον δὲ μή, τοῦτο μὲν ἐπείσθησαν οὐ διʼ αὑτούς, ἀλλὰ διὰ τοὺς νόμους· δεινὸν γὰρ ἐδόκει εἶναι τὸν παρακαταβεβληκότα τοῦ κλήρου εἰσποιεῖν αὑτὸν ἔτι τῶν πραγμάτων ἀκρίτων ὄντων· ὃ δὲ μετὰ ταῦτα διοικεῖται Λεώστρατος οὑτοσί, τοῦτο πάντων δεινότατόν ἐστιν. ἐπειδὴ γὰρ αὐτὸς ἀπετύγχανεν τοῦ ἐγγραφῆναι, εἰσποιεῖ Λεωχάρην τὸν αὑτοῦ υἱὸν Ἀρχιάδῃ παρὰ πάντας τοὺς νόμους, πρὶν τοῦ δήμου τὴν δοκιμασίαν γενέσθαι· οὐκ εἰσηγμένου δʼ εἰς τοὺς φράτεράς πω τοὺς Ἀρχιάδου, ἀλλʼ ἐπειδὴ ἐνεγράφη, τηνικαῦτα πείσας ἕνα τινὰ τῶν φρατέρων ἐνέγραψεν εἰς τὸ φρατερικὸν γραμματεῖον.