αἴτιος μέν ἐστι Λεωχάρης οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῦ καὶ αὐτὸς κρίνεσθαι καὶ ἐμὲ νεώτερον ὄντα λέγειν ἐν ὑμῖν, ἀξιῶν κληρονομεῖν ὧν οὐ προσῆκεν αὐτῷ, καὶ ὑπὲρ τούτων ψευδῆ διαμαρτυρίαν πρὸς τῷ ἄρχοντι ποιησάμενος. ἡμῖν μὲν γὰρ ἀναγκαῖον ἦν, τοῦ νόμου τὰς ἀγχιστείας τοῖς ἐγγυτάτω γένους ἀποδιδόντος, οὖσιν οἰκείοις Ἀρχιάδου τοῦ ἐξ ἀρχῆς καταλιπόντος τὸν κλῆρον, μήτε τὸν οἶκον ἐξερημωθέντα τὸν ἐκείνου περιιδεῖν μήτε τῆς οὐσίας ἑτέρους κληρονομήσαντας, οἷς οὐδʼ ὁτιοῦν προσήκει· οὑτοσὶ δὲ οὔτε γόνῳ τοῦ τετελευτηκότος υἱὸς ὢν οὔτʼ εἰσποιηθεὶς κατὰ τοὺς νόμους, ὡς ἐγὼ δείξω, διαμεμαρτύρηκεν οὕτως τὰ ψευδῆ προπετῶς, ἀφαιρούμενος ἡμῶν τὴν κληρονομίαν. δέομαι δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, βοηθῆσαι τῷ τε πατρὶ τούτῳ καὶ ἐμοί, ἐὰν λέγωμεν τὰ δίκαια, καὶ μὴ περιιδεῖν πένητας ἀνθρώπους καὶ ἀσθενεῖς καταστασιασθέντας ὑπὸ παρατάξεως ἀδίκου. ἡμεῖς μὲν γὰρ ταῖς ἀληθείαις πιστεύοντες εἰσεληλύθαμεν, καὶ ἀγαπῶντες, ἄν τις ἡμᾶς ἐᾷ τῶν νόμων τυγχάνειν· οὗτοι δὲ τῇ παρασκευῇ καὶ τοῖς ἀναλώμασιν ἰσχυριζόμενοι διατετελέκασιν, εἰκότως οἶμαι· ἐκ γὰρ τῶν ἀλλοτρίων ῥᾳδίως ἀναλίσκουσιν, ὥστε καὶ τοὺς συνεροῦντας ὑπὲρ αὑτῶν καὶ τοὺς μαρτυρήσοντας τὰ ψευδῆ πολλοὺς πεπορίσθαι. ὁ δὲ πατὴρ οὗτος (εἰρήσεται γάρ) ἅμα τῆς πενίας ἧς ὑμεῖς ἅπαντες ἴστε, καὶ τοῦ ἰδιώτης εἶναι φανερὰς ἔχων τὰς μαρτυρίας ἀγωνίζεται· διατελεῖ γὰρ ἐν Πειραιεῖ κηρύττων· τοῦτο δʼ ἐστὶν οὐ μόνον ἀπορίας ἀνθρωπίνης τεκμήριον, ἀλλὰ καὶ ἀσχολίας τῆς ἐπὶ τὸ πραγματεύεσθαι· ἀνάγκη γὰρ ἡμερεύειν ἐν τῇ ἀγορᾷ τὸν τοιοῦτον. ἃ δεῖ λογιζομένους ἐνθυμεῖσθαι ὅτι, εἰ μὴ τῷ δικαίῳ ἐπιστεύομεν, οὐκ ἄν ποτʼ εἰσήλθομεν εἰς ὑμᾶς. περὶ μὲν οὖν τῶν τοιούτων καὶ προϊόντος τοῦ λόγου σαφέστερον ἀκούσεσθε· ὑπὲρ αὐτῆς δὲ τῆς διαμαρτυρίας καὶ τοῦ ἀγῶνος ἤδη νομίζω δεῖν διδάσκειν. εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐκ τῆς διαμαρτυρίας αὐτῆς Λεωχάρης ἔμελλεν ἀπολογούμενος δείξειν ὡς ἔστιν υἱὸς γνήσιος Ἀρχιάδου, οὐδὲν ἂν ἔδει πολλῶν λόγων, οὐδʼ ἄνωθεν ὑμᾶς ἐξετάζειν τὸ γένος τὸ ἡμέτερον·