<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg043.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="26"><p>τῷ μὲν οὖν Θεοπόμπῳ ἐγένετο υἱὸς Μακάρτατος οὑτοσί, τῷ δὲ Εὐβουλίδῃ τῷ τῆς Φυλομάχης υἱεῖ, ἀνεψιῷ δὲ Ἁγνίου ὄντι πρὸς πατρός, οὑτοσὶ ὁ παῖς, ἀνεψιοῦ παῖς ὢν Ἁγνίᾳ πρὸς πατρός, ἐπειδὴ ἡ Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου καὶ ὁ Πολέμων ὁ πατὴρ ὁ Ἁγνίου ἀδελφοὶ ἦσαν ὁμοπάτριοι καὶ ὁμομήτριοι. τῷ δέ γε Μακαρτάτῳ τῳδί, τῷ υἱεῖ τῷ Θεοπόμπου, οὐδὲν ἐγένετο ἔκγονον ὅ τι ἐστὶν ἐν τῷ οἴκῳ τῷ τούτου καὶ τῷ Στρατίου.</p></div><div type="textpart" subtype="section" n="27"><p>τούτων δʼ οὕτως ἐχόντων, τῷ μὲν παιδὶ τουτῳί ἐστιν ὄνομα τῶν ἐν τῷ νόμῳ εἰρημένων, καὶ μέχρι ὧν ὁ νόμος κελεύει τὴν ἀγχιστείαν εἶναι· ἀνεψιοῦ γὰρ Ἁγνίου παῖς ἐστιν· ὁ γὰρ πατὴρ αὐτοῦ Εὐβουλίδης ἀνεψιὸς ἦν Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος. ὁ δέ γε Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου οὐκ ἂν εἶχεν ὄνομα θέσθαι αὑτῷ τῶν ἐν τῷ νόμῳ εἰρημένων οὐδέν· ἐξ ἑτέρου γὰρ οἴκου ἦν, τοῦ Στρατίου.</p></div><div type="textpart" subtype="section" n="28"><p>οὐ προσήκει δέ, ὦ ἄνδρες δικασταί, οὐδένα ἀνθρώπων ἔχειν τὸν κλῆρον τὸν Ἁγνίου ἐξ ἑτέρου οἴκου ὄντα, ἕως ἄν τις λείπηται τῶν γενομένων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, οὐδʼ ἐκβάλλειν βίᾳ, ὅπερ οὗτοι διαπράττονται, γένει τε ἀπωτέρω ὄντες καὶ οὐκ ἐν τῷ αὐτῷ οἴκῳ. τοῦτο γάρ ἐστιν, ὦ ἄνδρες δικασταί, ᾧ παρεκρούσατο Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου.</p></div><div type="textpart" subtype="section" n="29"><p>τίνες οὖν οἱ λοιποί; οἱ ἔτι νῦν ὄντες ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, Φυλομάχη τε ἡ ἐμὴ γυνή, Εὐβουλίδου δὲ θυγάτηρ οὖσα τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, καὶ οὑτοσὶ ὁ παῖς ὁ εἰσηγμένος εἰς τὸν οἶκον τὸν Εὐβουλίδου καὶ Ἁγνίου. Θεόπομπος δὲ ὁ τουτουὶ πατὴρ Μακαρτάτου, οὐκ ὢν τοῦ οἴκου τοῦ Ἁγνίου, ἐψεύσατο πρὸς τοὺς δικαστὰς ὑπερμέγεθες ψεῦδος περί τε τῆς Φυλομάχης τῆς τοῦ Πολέμωνος ἀδελφῆς, τηθίδος δὲ Ἁγνίου, ὅτι οὐκ ἦν τῷ Πολέμωνι τῷ τοῦ Ἁγνίου υἱεῖ ὁμοπατρία καὶ ὁμομητρία ἀδελφή, καὶ πάλιν προσποιούμενος τοῦ αὐτοῦ οἴκου εἶναι Ἁγνίᾳ, ὁ οὐδεπώποτε γενόμενος.</p></div><div type="textpart" subtype="section" n="30"><p>ταῦτα δὲ πάντα ἀδεῶς ἔλεγεν ὁ Θεόπομπος, μάρτυρα μὲν οὐδένα παρασχόμενος, ὅστις ἔμελλεν ὑπεύθυνος ἡμῖν ἔσεσθαι, συνομολογοῦντας δʼ ἑαυτῷ ἔχων τοὺς κοινωνούς, οἳ ἦσαν ἀλλήλοις συναγωνισταὶ καὶ ἅπαντα ἔπραττον κοινῇ, ὅπως ἀφέλωνται τὴν γυναῖκα τὴν τουτουὶ μητέρα τοῦ παιδὸς τὸν κλῆρον, ὃν αὐτῇ ὑμεῖς ἐψηφίσασθε.</p></div></div></body></text></TEI>