<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg043.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="1"><p rend="indent">ἐπειδὴ καὶ πρότερον ἀγῶνες ἐγένοντο ἡμῖν, ὦ ἄνδρες δικασταί, πρὸς τοὺς αὐτοὺς τούτους περὶ τοῦ κλήρου τοῦ Ἁγνίου, καὶ οὐδὲν παύονται παρανομοῦντες καὶ βιαζόμενοι ὥστε ἐκ παντὸς τρόπου τὰ μὴ προσήκονθʼ ἑαυτοῖς ἔχειν, ἀνάγκη ἴσως ἐστὶν τὰ πραχθέντα ἐξ ἀρχῆς διηγήσασθαι·</p></div><div type="textpart" subtype="section" n="2"><p>ὑμεῖς τε γάρ, ὦ ἄνδρες δικασταί, ῥᾷον παρακολουθήσετε ἅπασι τοῖς λεγομένοις, καὶ οὗτοι ἐπιδειχθήσονται οἷοί εἰσιν ἄνθρωποι, καὶ ὅτι πάλαι ἤδη ἀρξάμενοι οὐδὲν παύονται κακοτεχνοῦντες καὶ οἰόμενοι δεῖν διαπράττεσθαι ὅ τι ἂν ἐπέλθῃ τούτοις. δεόμεθα οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκροάσασθαι τῶν λεγομένων καὶ παρακολουθεῖν προσέχοντας τὸν νοῦν. πειράσομαι δὲ κἀγὼ διδάσκειν ὡς ἂν οἷός τε ὦ σαφέστατα περὶ τῶν πεπραγμένων.</p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">τουτουὶ γὰρ τοῦ παιδὸς ἡ μήτηρ, ὦ ἄνδρες δικασταί, γένει οὖσα ἐγγυτάτω Ἁγνίᾳ τῷ ἐξ Οἴου, ἐπεδικάσατο τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τοὺς νόμους τοὺς ὑμετέρους· καὶ τῶν τότε ἀμφισβητησάντων αὐτῇ τοῦ κλήρου τουτουί, γένει μὲν ὡς ἐγγυτέρω τις εἴη αὐτῶν τῆς γυναικός, οὐδʼ ἐπεχείρησεν οὐδεὶς ἀντομόσαι (ὡμολογεῖτο γὰρ παρὰ πάντων τῆς γυναικὸς εἶναι ἡ κληρονομία κατὰ τὴν ἀγχιστείαν), </p></div><div type="textpart" subtype="section" n="4"><p>διαθήκας δὲ ψευδεῖς ἧκον κατασκευάσαντες Γλαῦκός τε ὁ ἐξ Οἴου καὶ Γλαύκων ὁ ἀδελφὸς αὐτοῦ. καὶ Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου ἐκείνοις συγκατεσκεύαζεν ἅπαντα ταῦτα καὶ ἐμαρτύρει τὰς πλείστας μαρτυρίας. αἱ δὲ διαθῆκαι, ἃς τότε παρέσχοντο, ἐξηλέγχθησαν ψευδεῖς οὖσαι· καὶ οὐ μόνον ἡττήθησαν, ἀλλὰ καὶ πονηρότατοι δόξαντες εἶναι ἀπηλλάττοντο ἀπὸ τοῦ δικαστηρίου.</p></div><div type="textpart" subtype="section" n="5"><p>καὶ ἐπιδημῶν τότε Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου, καὶ τοῦ κήρυκος κηρύττοντος, εἴ τις ἀμφισβητεῖν ἢ παρακαταβάλλειν βούλεται τοῦ κλήρου τοῦ Ἁγνίου ἢ κατὰ γένος ἢ κατὰ διαθήκας, οὐκ ἐτόλμησεν παρακαταβαλεῖν, ἀλλʼ αὐτὸς ἑαυτῷ ἐδίκασεν ὅτι οὐδαμόθεν αὐτῷ προσῆκεν οὐδὲν τοῦ κλήρου τοῦ Ἁγνίου.</p></div></div></body></text></TEI>