τοῦ γὰρ μεταγειτνιῶνος, ὦ ἄνδρες δικασταί, τῇ δευτέρᾳ ἱσταμένου ἐποίουν οἱ στρατηγοὶ τοῖς τριακοσίοις τὰς ἀντιδόσεις. ἐν ταύταις ἐκάλεσα κατὰ τὸν νόμον Φαίνιππον τουτονί. καλέσας δὲ καὶ παραλαβὼν τῶν οἰκείων τινὰς καὶ φίλων, ἐπορευόμην Κύθηρόνδε εἰς τὴν ἐσχατιὰν αὐτοῦ. καὶ πρῶτον μὲν περιαγαγὼν τὴν ἐσχατιὰν πλέον ἢ σταδίων οὖσαν τετταράκοντα κύκλῳ, ἔδειξα καὶ διεμαρτυράμην ἐναντίον Φαινίππου, ὅτι οὐδεὶς ὅρος ἔπεστιν ἐπὶ τῇ ἐσχατιᾷ· εἰ δέ φησιν, εἰπεῖν ἐκέλευον αὐτὸν ἤδη καὶ δεῖξαι, ὅπως μὴ ὕστερον ἐνταῦθα χρέως γενόμενον ἐπὶ τῷ χωρίῳ ἀναφανήσεται. ἔπειτα παρεσημηνάμην τὰ οἰκήματα, καὶ τοῦτον ἐκέλευον εἰς τἀμὰ βαδίζειν. μετὰ δὲ ταῦτα ἠρόμην ὅπου ὁ σῖτος εἴη ὁ ἀπηλοημένος· ἦσαν γὰρ νὴ τοὺς θεοὺς καὶ τὰς θεάς, ἄνδρες δικασταί, δύο ἅλως αὐτόθι, μικροῦ πλέθρου ἑκατέρα. ὁ δὲ ἀπεκρίνατό μοι, ὅτι ὁ μὲν πεπραμένος εἴη τοῦ σίτου, ὁ δʼ ἔνδον ἀποκείμενος.