ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, ἥδιστα μὲν ἂν ἐμαυτὸν εἶδον εὐτυχοῦντα ὥσπερ πρότερον τῇ οὐσίᾳ καὶ μένοντα ἐν τοῖς τριακοσίοις· ἐπειδὴ δὲ τὰ μὲν τῆς κοινῆς ἀτυχίας μετασχὼν τοῖς ἄλλοις τοῖς ἐργαζομένοις ἐν τοῖς ἔργοις, τὰ δʼ ἰδίᾳ μεγάλαις περιπεπτωκὼς ζημίαις ἀπολώλεκα τὴν οὐσίαν, καὶ τὸ τελευταῖον νυνί με δεῖ τῇ πόλει τρία τάλαντα καταθεῖναι, τάλαντον κατὰ τὴν μερίδα (μετέσχον γάρ, ὡς μή ποτʼ ὤφελον, κἀγὼ τοῦ δημευθέντος μετάλλου), ἀναγκαῖόν ἐστιν εἰς τὴν ἐμὴν τάξιν πειρᾶσθαι καθιστάναι τὸν οὐ μόνον ἐμοῦ νῦν ὄντα πλουσιώτερον, ἀλλὰ καὶ πρότερον, καὶ οὐδεπώποτʼ οὐδὲν λελῃτουργηκότα ὑμῖν οὐδʼ εἰσενηνοχότα τῇ πόλει. δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, ἐὰν ἐπιδεικνύω Φαίνιππον τουτονὶ καὶ παραβεβηκότα τὰ ἐν τοῖς νόμοις δίκαια καὶ πλουσιώτερον ὄντα ἐμαυτοῦ, βοηθῆσαί μοι καὶ τοῦτον εἰς τοὺς τριακοσίους ἀντʼ ἐμοῦ καταστῆσαι· διὰ τοῦτο γὰρ οἱ νόμοι καθʼ ἕκαστον ἔτος ποιοῦσιν τὰς ἀντιδόσεις, ὅτι τὸ διευτυχεῖν συνεχῶς τῇ οὐσίᾳ οὐ πολλοῖς τῶν πολιτῶν διαμένειν εἴθισται. ἐξ ἀρχῆς δʼ ὑμῖν τὰ γενόμενα περὶ τὴν ἀντίδοσιν διηγήσομαι.