πρῶτον μὲν οὖν ὑμῖν μάρτυρας παρέξομαι τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι Πολύευκτος τὴν θυγατέρʼ ἐπὶ τετταράκοντα μναῖς· ἔπειθʼ ὡς ἔλαττον ταῖς χιλίαις ἐκομισάμην· ἔτι δʼ ὡς ἅπαντα τὸν χρόνον ὀφείλειν ὡμολόγει μοι Πολύευκτος, καὶ τὸν Λεωκράτην συνέστησε, καὶ ὡς τελευτῶν διέθεθʼ ὅρους ἐπιστῆσαι χιλίων δραχμῶν ἐμοὶ τῆς προικὸς ἐπὶ τὴν οἰκίαν. καί μοι κάλει τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ. ἓν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τοῦτʼ ἔστιν ὧν ἐγκαλῶ Σπουδίᾳ. καὶ περὶ τούτου τί ἂν ἔτι μεῖζον ἢ ἰσχυρότερον ἔχων εἰς ὑμᾶς κατέστην ἢ τὸν νόμον, ὃς οὐκ ἐᾷ διαρρήδην, ὅσα τις ἀπετίμησεν, εἶναι δίκας, οὔτʼ αὐτοῖς οὔτε τοῖς κληρονόμοις; ἀλλʼ ὅμως πρὸς τοῦτο τὸ δίκαιον ἥκει Σπουδίας ἀμφισβητήσων. ἕτερον δʼ, ὦ ἄνδρες δικασταί, δύο μὲν μνᾶς, ἃς ἐμαρτύρησεν Ἀριστογένης ἐγκαλεῖν ἀποθνῄσκοντα Πολύευκτον ὀφειλομένας αὑτῷ παρὰ Σπουδίᾳ καὶ τὸν τόκον (τοῦτο δʼ ἐστὶν οἰκέτου τιμή, ὃν ἐωνημένος οὗτος παρὰ τοῦ Πολυεύκτου, τὴν τιμὴν οὔτʼ ἐκείνῳ διέλυσεν οὔτε νῦν εἰς τὸ κοινὸν ἀνενήνοχεν), ὀκτακοσίας δὲ καὶ χιλίας, περὶ ὧν οὐδʼ ἔγωγʼ οἶδα τί ποθʼ ἕξει δίκαιον λέγειν. ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός, γράμματα δʼ ἔστιν ἃ κατέλιπεν ἀποθνῄσκουσʼ ἐκείνη, μάρτυρες δʼ οἱ τῆς γυναικὸς ἀδελφοὶ παρόντες ἅπασιν καὶ καθʼ ἕκαστον ἐπερωτῶντες, ἵνα μηδὲν δυσχερὲς ἡμῖν εἴη πρὸς ἀλλήλους. οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ἁπάντων, ὧν ἢ παρὰ Πολυεύκτου ζῶντος ἦν ἐωνημένος ἢ παρὰ τῆς γυναικὸς εἶχον αὐτοῦ, καὶ τόκον τιθέναι καὶ τὴν τιμὴν ἀποδεδωκέναι, καὶ νῦν ἅπερ ὤφειλον πάντʼ εἰς τὸ κοινὸν φέρειν, τοῦτον δὲ μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθʼ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθʼ ἥκειν ἀντιδικήσοντα; λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους. ΝΟΜΟΣ. ΓΡΑΜΜΑΤΑ. ΜΑΡΤΥΡΙΑ.