ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες δικασταί, γυναῖκας ἐγὼ καὶ Σπουδίας οὑτοσί, Πολυεύκτου θυγατέρας. ἄπαιδος δʼ ἐκείνου τελευτήσαντος ἀρρένων παίδων, ἀναγκάζομαι πρὸς τουτονὶ περὶ τῶν καταλειφθέντων δικάζεσθαι. καὶ εἰ μέν, ὦ ἄνδρες δικασταί, μὴ πᾶσαν σπουδὴν καὶ προθυμίαν ἐποιησάμην βουλόμενος διαλύεσθαι καὶ τοῖς φίλοις ἐπιτρέπειν, ἐμαυτὸν ἂν ᾐτιώμην, εἰ μᾶλλον ᾑρούμην δίκας καὶ πράγματʼ ἔχειν ἢ μίκρʼ ἐλαττωθεὶς ἀνέχεσθαι· νῦν δʼ ὅσῳ πραότερον ἐγὼ καὶ φιλανθρωπότερον τούτῳ διελεγόμην, τοσούτῳ μᾶλλόν μου κατεφρόνει. καὶ νῦν κινδυνεύω μὲν οὐδὲν ὁμοίως τούτῳ πρὸς τουτονὶ τὸν ἀγῶνʼ ἔχειν, ἀλλʼ οὗτος μὲν ῥᾳδίως φέρει πολλάκις εἰθισμένος ἐνταῦθʼ εἰς ὑμᾶς παριέναι, ἐγὼ δʼ αὐτὸ τοῦτο φοβοῦμαι, μὴ διὰ τὴν ἀπειρίαν οὐ δυνηθῶ δηλῶσαι περὶ τῶν πραγμάτων ὑμῖν· ὅμως δʼ, ὦ ἄνδρες δικασταί, προσέχετε τὸν νοῦν. Πολύευκτος γὰρ ἦν τις Θριάσιος, ὃν ἴσως οὐδʼ ὑμῶν τινες ἀγνοοῦσιν. οὗτος ὁ Πολύευκτος, ἐπειδὴ οὐκ ἦσαν αὐτῷ παῖδες ἄρρενες, ποιεῖται Λεωκράτη τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός. οὐσῶν δʼ αὐτῷ δύο θυγατέρων ἐκ τῆς τοῦ Λεωκράτους ἀδελφῆς, τὴν μὲν πρεσβυτέραν ἐμοὶ δίδωσιν καὶ τετταράκοντα μνᾶς προῖκα, τὴν δὲ νεωτέραν τῷ Λεωκράτει. τούτων δʼ οὕτως ἐχόντων, διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη, περὶ ἧς οὐκ οἶδʼ ὅ τι δεῖ λέγειν, ἀφελόμενος ὁ Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί. μετὰ δὲ ταῦτʼ ἠγανάκτει θʼ ὁ Λεωκράτης, καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ, καὶ περὶ πάντων ἠναγκάζοντʼ εἰς λόγον καθίστασθαι. καὶ τὸ τελευταῖον διελύθησαν, ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος, μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ, τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων. τίνος οὖν ἕνεχʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ταῦτʼ εἶπον; ὅτι τὴν προῖκʼ οὐ κομισάμενος ἅπασαν, ἀλλʼ ὑπολειφθεισῶν χιλίων δραχμῶν καὶ ὁμολογηθεισῶν ἀπολαβεῖν ὅταν Πολύευκτος ἀποθάνῃ, ἕως μὲν ὁ Λεωκράτης ἦν κληρονόμος τῶν Πολυεύκτου, πρὸς ἐκεῖνον ἦν μοι τὸ συμβόλαιον· ἐπειδὴ δʼ ὅ τε Λεωκράτης ἐξεκεχωρήκει ὅ τε Πολύευκτος μοχθηρῶς εἶχεν, τηνικαῦτʼ, ὦ ἄνδρες δικασταί, τὴν οἰκίαν ταύτην ἀποτιμῶμαι πρὸς τὰς δέκα μνᾶς, ἐξ ἧς διακωλύει με τὰς μισθώσεις κομίζεσθαι Σπουδίας.