<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="26"><p>χωρὶς δὲ τούτων ἐνθυμήθητε, διὰ τί ἄν ποτε ὁ πατήρ, εἴπερ ἡ μὲν ἐμὴ μήτηρ μὴ ἦν ἐγγυητὴ μηδὲ ἠνέγκατο προῖκα, ἡ δὲ τούτων ἠνέγκατο, τοὺς μὲν οὐκ ἔφη αὑτοῦ υἱεῖς εἶναι, ἐμὲ δὲ καὶ ἐποιεῖτο καὶ ἐπαίδευεν; ὅτι νὴ Δία, ὡς οὗτοι φήσουσιν, ἐμοὶ χαριζόμενος καὶ τῇ ἐμῇ μητρὶ τούτους ἠτίμαζεν.</p></div><div type="textpart" subtype="section" n="27"><p>ἀλλʼ ἐκείνη μὲν ἔτι παῖδα μικρὸν ἐμὲ καταλιποῦσα αὐτὴ τὸν βίον ἐτελεύτησεν, ἡ δὲ τούτων μήτηρ Πλαγγὼν καὶ πρότερον καὶ μετὰ ταῦτα εὐπρεπὴς τὴν ὄψιν οὖσα ἐπλησίαζεν αὐτῷ· ὥστε πολὺ μᾶλλον εἰκὸς ἦν αὐτὸν διὰ τὴν ζῶσαν γυναῖκα, ἧς ἐρῶν ἐτύγχανε, τὸν τῆς τεθνεώσης υἱὸν ἀτιμάζειν, ἢ διʼ ἐμὲ καὶ τὴν τετελευτηκυῖαν τοὺς ἐκ τῆς ζώσης καὶ πλησιαζούσης αὐτῷ παῖδας μὴ ποιεῖσθαι.</p></div><div type="textpart" subtype="section" n="28"><p>καίτοι οὗτός γε εἰς τοῦτο τόλμης ἥκει, ὥστε φησὶ τὸν πατέρα μου δεκάτην ὑπὲρ αὑτοῦ ἑστιᾶσαι. καὶ περὶ τούτου μόνον Τιμοκράτους καὶ Προμάχου ἐμβέβληται μαρτυρίας, οἳ οὔτε γένει προσήκουσί μου τῷ πατρὶ οὐδὲν οὔτε φίλοι ἦσαν ἐκείνῳ. οὕτω δὲ φανερῶς τὰ ψευδῆ μεμαρτυρήκασιν, ὥστε ὃν πάντων ὑμῶν εἰδότων οὑτοσὶ δίκην λαχὼν ἄκοντα ἠνάγκασε ποιήσασθαι αὑτόν, τοῦτον οὗτοι, ὥσπερ κλητῆρες, δύο μόνοι ὄντες μαρτυροῦσιν δεκάτην ὑπὲρ τούτου ἑστιᾶσαι.</p></div><div type="textpart" subtype="section" n="29"><p>οἷς τίς ἂν ὑμῶν πιστεύσειεν; καὶ μὴν οὐδʼ ἐκεῖνό γε εἰπεῖν αὐτῷ ἐνδέχεται, ὡς μικρὸν μὲν ὄντα ἐποιεῖτο αὐτὸν ὁ πατήρ, μείζω δὲ γενόμενον τῇ μητρὶ ὀργισθείς τι τῇ τούτων ἠτίμαζεν· πολὺ γὰρ δήπου μᾶλλον εἰώθασιν, ὧν ἂν ἐν αὑτοῖς διενεχθῶσιν γυνὴ καὶ ἀνήρ, διαλλάττεσθαι διὰ τοὺς παῖδας ἢ διὰ τὰς πρὸς ἑαυτοὺς ὀργὰς τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. ὥστε ἐὰν μὲν ἐπιχειρῇ ταῦτα λέγειν, μὴ ἐπιτρέπετε ἀναισχυντεῖν.</p></div><div type="textpart" subtype="section" n="30"><p>ἂν δὲ λέγῃ περὶ τῶν δικῶν ἃς ἀπεδιῄτησέν μου ὁ διαιτητής, καὶ φάσκῃ ὑπʼ ἐμοῦ ἀπαράσκευος ληφθῆναι, πρῶτον μὲν μέμνησθε ὅτι οὐκ ὀλίγος χρόνος ἐγένετο, ἐν ᾧ ἔδει παρασκευάσασθαι αὐτόν, ἀλλʼ ἔτη πολλά, ἔπειθʼ ὅτι οὗτος ἦν ὁ διώκων, ὥστε πολὺ μᾶλλον ἦν εἰκὸς ἐμὲ ὑπὸ τούτου ἀπαράσκευον ληφθῆναι ἢ τοῦτον ὑπʼ ἐμοῦ.</p></div></div></body></text></TEI>