<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg040.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>ταῦτα διέξεισιν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίαν οὐδεμίαν ἐμβεβλημένος ὑπὲρ τούτων οὔτʼ ἀγνοῶν ὡς οὐδὲν ὑγιὲς λέγει, ἀλλʼ ἀκριβῶς εἰδὼς ὅτι ὁμολογῶν μὲν ἀδικεῖν ἐν ὑμῖν οὐδείς πω ἀπέφυγεν, ψευδόμενος δὲ καὶ παραγωγὰς λέγων ἤδη τις δίκην οὐκ ἔδωκεν. ἵνα οὖν μὴ ἐξαπατηθῆτε ὑπʼ αὐτοῦ, βέλτιον εἶναί μοι δοκεῖ βραχέα καὶ περὶ τούτου πρὸς ὑμᾶς εἰπεῖν.</p></div><div type="textpart" subtype="section" n="22"><p>ἐὰν γὰρ λέγῃ ὡς ἡ μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἡ δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται. πρῶτον μὲν γὰρ ὁ Πάμφιλος ὁ πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλʼ ἔτι καὶ νῦν ὁ Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται. πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, ἣ οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι; </p></div><div type="textpart" subtype="section" n="23"><p>ἔπειτα, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε ὅτι, εἰ τὰ μάλιστα περιεγένετο τὰ χρήματα ταῦτα, ὥσπερ οὗτοί φασιν, οὐκ ἂν ὁ ἐμὸς πατὴρ αὐτὰ ἔλαβεν, ἀλλʼ οἱ τοῦ Παμφίλου υἱεῖς, Βοιωτὸς καὶ Ἡδύλος καὶ Εὐθύδημος, οἳ οὐκ ἂν δήπου ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν, ὡς καὶ ὑμεῖς ἅπαντες ἴστε, τὰ δʼ αὑτῶν τὸν ἐμὸν πατέρα περιεῖδον κομισάμενον.</p></div><div type="textpart" subtype="section" n="24"><p>ὅτι μὲν τοίνυν ἥ γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλʼ οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω· ὅτι δὲ ἡ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω. πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφʼ ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο· ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἡ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ.</p></div><div type="textpart" subtype="section" n="25"><p>πρὸς δὲ τούτοις φαίνεταί μου ἡ μήτηρ τὸ πρῶτον ἐκδοθεῖσα Κλεομέδοντι, οὗ φασι τὸν πατέρα Κλέωνα τῶν ὑμετέρων προγόνων στρατηγοῦντα, Λακεδαιμονίων πολλοὺς ἐν Πύλῳ ζῶντας λαβόντα, μάλιστα πάντων ἐν τῇ πόλει εὐδοκιμῆσαι· ὥστε οὔτε τὸν ἐκείνου προσῆκεν υἱὸν ἄπροικον αὐτὴν γῆμαι, οὔτε Μενέξενον καὶ Βάθυλλον εἰκός ἐστιν, αὐτούς τε οὐσίαν πολλὴν κεκτημένους καὶ Κλεομέδοντος τελευτήσαντος κομισαμένους τὴν προῖκα, ἀποστερῆσαι τὴν ἀδελφὴν τὴν ἑαυτῶν, ἀλλὰ προσθέντας αὐτοὺς ἐκδοῦναι τῷ ἡμετέρῳ πατρί, καθάπερ καὶ αὐτοὶ πρὸς ὑμᾶς καὶ οἱ ἄλλοι μεμαρτυρήκασιν.</p></div></div></body></text></TEI>