ὃν μὲν τοίνυν τρόπον ἡμᾶς ἐνέγραψεν ὁ πατήρ, ἀκηκόατε τῶν μαρτύρων· ὅτι δʼ οὐκ οἰομένου τούτου δεῖν ἐμμένειν, δικαίως καὶ ἀναγκαίως ἔλαχον τὴν δίκην, τοῦτʼ ἤδη δείξω. ἐγὼ γὰρ οὐχ οὕτω δήπου σκαιός εἰμʼ ἄνθρωπος οὐδʼ ἀλόγιστος, ὥστε τῶν μὲν πατρῴων, ἃ πάντʼ ἐμὰ ἐγίγνετο, ἐπειδήπερ ἐποιήσατο τούτους ὁ πατήρ, συγκεχωρηκέναι τὸ τρίτον νείμασθαι μέρος καὶ στέργειν ἐπὶ τούτῳ, περὶ δʼ ὀνόματος ζυγομαχεῖν, εἰ μὴ τὸ μὲν ἡμᾶς μεταθέσθαι μεγάλην ἀτιμίαν ἔφερε καὶ ἀνανδρίαν, τὸ δὲ ταὐτὸν ἔχειν τοῦτον ἡμῖν ὄνομα διὰ πόλλʼ ἀδύνατον ἦν. πρῶτον μὲν γάρ, εἰ δεῖ τὰ κοινὰ τῶν ἰδίων εἰπεῖν πρότερον, τίνʼ ἡμῖν ἡ πόλις ἐπιτάξει τρόπον, ἄν τι δέῃ ποιεῖν; οἴσουσι νὴ Δίʼ οἱ φυλέται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. οὐκοῦν Μαντίθεον Μαντίου Θορίκιον οἴσουσιν, ἐὰν χορηγὸν ἢ γυμνασίαρχον ἢ ἑστιάτορʼ ἢ ἐάν τι τῶν ἄλλων φέρωσιν. τῷ δῆλον οὖν ἔσται πότερον σὲ φέρουσιν ἢ ἐμέ; σὺ μὲν γὰρ φήσεις ἐμέ, ἐγὼ δὲ σέ. καὶ δὴ καλεῖ μετὰ τοῦθʼ ὁ ἄρχων ἢ πρὸς ὅντινʼ ἂν ᾖ ἡ δίκη. οὐχ ὑπακούομεν, οὐ λῃτουργοῦμεν. πότερος ταῖς ἐκ τῶν νόμων ἔσται ζημίαις ἔνοχος; τίνα δʼ οἱ στρατηγοὶ τρόπον ἐγγράψουσιν, ἂν εἰς συμμορίαν ἐγγράφωσιν, ἢ ἂν τριήραρχον καθιστῶσιν; ἢ ἂν στρατεία τις ᾖ, τῷ δῆλον ἔσται πότερός ἐσθʼ ὁ κατειλεγμένος; τί δʼ, ἂν ἄλλη τις ἀρχὴ καθιστῇ λῃτουργεῖν, οἷον ἄρχων, βασιλεύς, ἀθλοθέται, τί σημεῖον ἔσται πότερον καθιστᾶσιν; προσπαραγράψουσι νὴ Δία τὸν ἐκ Πλαγγόνος, ἂν σὲ ἐγγράφωσιν, ἂν δʼ ἐμέ, τῆς ἐμῆς μητρὸς τοὔνομα. καὶ τίς ἤκουσε πώποτε, ἢ κατὰ ποῖον νόμον προσπαραγράφοιτʼ ἂν τοῦτο τὸ παράγραμμα ἢ ἄλλο τι πλὴν ὁ πατὴρ καὶ ὁ δῆμος; ὧν ὄντων ἀμφοῖν τῶν αὐτῶν πολλὴ ταραχὴ συμβαίνει. φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν; ἢ βαδίζοιμεν ἂν ἄμφω; τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἢ ἐμέ; πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν ἡ πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος ὁ λαχὼν ἡμῶν ἔσται; πλὴν εἰ σημεῖον, ὥσπερ ἂν ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται· καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται. οὐκοῦν ὁ μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι.