οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπʼ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δʼ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρʼ, εἴ σʼ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος, ἢ πατέρʼ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρʼ οὐκ ἂν μέτριʼ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτʼ ἐγώ σʼ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομʼ ἔχειν ὃ ʼκεῖνος ἔδωκέ σοι. νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ ὁ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δʼ ὁ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δʼ εἰσάγειν ὁ πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα. καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις. ἢ δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται. ἀλλʼ, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δʼ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δʼ ἐμὲ συκοφαντῶν, ἀγάπα δʼ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σʼ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλʼ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργʼ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δʼ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότριʼ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι. ἐπεὶ ἔγωγʼ οὐδʼ εἰ τὰ μάλισθʼ ὁ πατὴρ ὄντα σʼ ἑαυτοῦ μὴ ἐποιεῖτʼ ἀδικῶ. οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλʼ ἐκείνῳ δεῖξαι, τίνʼ ἐμοὶ νομιστέον ἔστʼ ἀδελφόν. ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδʼ ἐγὼ προσήκονθʼ ἡγούμην, ἐπειδὴ δʼ ἐποιήσατο, κἀγὼ νομίζω. τί τούτου σημεῖον; τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων μετέχεις· ἀπάγει σʼ οὐδεὶς ἀπὸ τούτων. τί βούλει; ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, ἃ μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δʼ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστʼ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι.