εἶεν. εἰ δέ τίς σʼ ἔροιτο, εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις; οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης.