ἐγὼ δʼ ἐάσω ταῦτα. ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις. εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν; οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δʼ ἐπὶ ταῦθʼ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπʼ ἐμοῦ, ἀξιοῖ δʼ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομʼ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου. πρὸς δὴ ταῦτʼ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα. ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτʼ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τινʼ οὑτωσί, νεώτερον ὄντʼ ἐμοῦ καὶ συχνῷ, ὅσʼ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες)· ἀλλʼ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτʼ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα; εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ. ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις; ἔτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν τῶν ἐτῶν χρόνον οὐδεὶς οἶδεν ὑμῶν (ἐγὼ μὲν γὰρ ἐμοὶ πλείονα, οὗτος δʼ ἑαυτῷ φήσει), τὸν δὲ τοῦ δικαίου λόγον ἅπαντες ἐπίστασθε. ἔστι δʼ οὗτος τίς; ἀφʼ οὗ παῖδας ἐποιήσατο τούτους ὁ πατήρ, ἀπὸ τούτου καὶ νομίζεσθαι. πρότερον τοίνυν ἔμʼ εἰς τοὺς δημότας ἐνέγραψε Μαντίθεον, πρὶν εἰσαγαγεῖν τοῦτον εἰς τοὺς φράτερας. ὥστʼ οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ δικαίῳ πρεσβεῖον ἔχοιμʼ ἂν ἐγὼ τοὔνομα τοῦτʼ εἰκότως. εἶεν. εἰ δέ τίς σʼ ἔροιτο, εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις; οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας. τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου; εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν. τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις· τοῦτο γὰρ εἰσήχθης.