καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δʼ εἰδυῖαν πεποιηκότʼ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. εἰς γὰρ τὴν Ἀκαμαντίδʼ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετʼ ἂν οὖσʼ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι. ΜΑΡΤΥΡΕΣ.