ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ μέν εἰμʼ ἐπὶ τοὐνόματος τούτου πάντα τὸν χρόνον, τουτονὶ δὲ Βοιωτὸν εἰς τοὺς φράτερας, ἡνίκʼ ἠναγκάσθη, ἐνέγραψεν ὁ πατήρ. ἡδέως τοίνυν ἐροίμην ἂν αὐτὸν ἐναντίον ὑμῶν· εἰ μὴ ἐτελεύτησεν ὁ πατήρ, τί ἄν ποτʼ ἐποίεις πρὸς τοῖς δημόταις; οὐκ ἂν εἴας σεαυτὸν ἐγγράφειν Βοιωτόν; ἀλλʼ ἄτοπον δίκην μὲν λαγχάνειν τούτου, κωλύειν δὲ πάλιν. καὶ μὴν εἴ γʼ εἴας αὐτόν, ἐνέγραψεν ἄν σʼ εἰς τοὺς δημότας, ὅπερ εἰς τοὺς φράτερας. οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, φάσκειν μὲν ἐκεῖνον αὑτοῦ πατέρʼ εἶναι, τολμᾶν δʼ ἄκυρα ποιεῖν ἁκεῖνος ἔπραξεν ζῶν. ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμʼ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτʼ ἔθετʼ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτʼ ὤφθη χρώμενος. ἐγὼ δʼ οὐδένʼ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτʼ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι. οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι· πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ διʼ ἃν ἀδικηθῶσιν ὑφʼ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν. οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτʼ ἂν λέγῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδʼ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων. καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δʼ εἰδυῖαν πεποιηκότʼ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. εἰς γὰρ τὴν Ἀκαμαντίδʼ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετʼ ἂν οὖσʼ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι. ΜΑΡΤΥΡΕΣ. οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει. καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.