<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p>τί δʼ, εἴ τις ἄλλη περὶ τοὔνομα γίγνοιτʼ ἢ λῆξις δίκης ἢ δόξʼ ὅλως ἀηδής; τίς εἴσεται τῶν πολλῶν πότερός ποθʼ οὗτός ἐστιν, δυοῖν Μαντιθέοιν ταὐτοῦ πατρὸς ὄντοιν; φέρε, εἰ δὲ δίκην ἀστρατείας φεύγοι, χορεύοι δʼ ὅταν στρατεύεσθαι δέῃ; καὶ γὰρ νῦν, ὅτʼ εἰς Ταμύνας παρῆλθον οἱ ἄλλοι, ἐνθάδε τοὺς Χοᾶς ἄγων ἀπελείφθη καὶ τοῖς Διονυσίοις καταμείνας ἐχόρευεν, ὡς ἅπαντες ἑωρᾶθʼ οἱ ἐπιδημοῦντες.</p></div></div></body></text></TEI>