τί δʼ, εἴ τις ἄλλη περὶ τοὔνομα γίγνοιτʼ ἢ λῆξις δίκης ἢ δόξʼ ὅλως ἀηδής; τίς εἴσεται τῶν πολλῶν πότερός ποθʼ οὗτός ἐστιν, δυοῖν Μαντιθέοιν ταὐτοῦ πατρὸς ὄντοιν; φέρε, εἰ δὲ δίκην ἀστρατείας φεύγοι, χορεύοι δʼ ὅταν στρατεύεσθαι δέῃ; καὶ γὰρ νῦν, ὅτʼ εἰς Ταμύνας παρῆλθον οἱ ἄλλοι, ἐνθάδε τοὺς Χοᾶς ἄγων ἀπελείφθη καὶ τοῖς Διονυσίοις καταμείνας ἐχόρευεν, ὡς ἅπαντες ἑωρᾶθʼ οἱ ἐπιδημοῦντες. ἀπελθόντων δʼ ἐξ Εὐβοίας τῶν στρατιωτῶν λιποταξίου προσεκλήθη, κἀγὼ ταξιαρχῶν τῆς φυλῆς ἠναγκαζόμην κατὰ τοὐνόματος τοῦ ἐμαυτοῦ πατρόθεν δέχεσθαι τὴν λῆξιν· καὶ εἰ μισθὸς ἐπορίσθη τοῖς δικαστηρίοις, εἰσῆγον ἂν δῆλον ὅτι. ταῦτα δʼ εἰ μὴ σεσημασμένων ἤδη συνέβη τῶν ἐχίνων, κἂν μάρτυρας ὑμῖν παρεσχόμην. εἶεν. εἰ δὲ ξενίας προσκληθείη; πολλοῖς δὲ προσκρούει, καὶ ὃν ἠναγκάσθη τρόπον ὁ πατὴρ ποιήσασθαι αὐτόν, οὐ λέληθεν. ὑμεῖς δʼ, ὅτε μὲν τοῦτον οὐκ ἐποιεῖθʼ ὁ πατήρ, τὴν μητέρʼ ἀληθῆ λέγειν ἡγεῖσθʼ αὐτοῦ· ἐπειδὰν δʼ οὕτως γεγονὼς οὗτος ὀχληρὸς ᾖ, πάλιν ὑμῖν ποτὲ δόξει ʼκεῖνος ἀληθῆ λέγειν. τί δʼ, εἰ ψευδομαρτυρίων ἁλώσεσθαι προσδοκῶν ἐφʼ οἷς ἐρανίζει τούτοις τοῖς περὶ αὑτόν, ἐρήμην ἐάσειεν τελεσθῆναι τὴν δίκην; ἆρά γε μικρὰν ἡγεῖσθε βλάβην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν κοινωνίᾳ τὸν ἅπαντα βίον τῆς τούτου δόξης καὶ τῶν ἔργων εἶναι; ὅτι τοίνυν οὐδʼ ἃ διεξελήλυθʼ ὑμῖν μάτην φοβοῦμαι, θεωρήσατε. οὗτος γὰρ ἤδη καὶ γραφάς τινας, ὦ ἄνδρες Ἀθηναῖοι, πέφευγεν, ἐφʼ αἷς οὐδὲν αἴτιος ὢν ἐγὼ συνδιαβάλλομαι, καὶ τῆς ἀρχῆς ἠμφεσβήτει, ἣν ὑμεῖς ἔμʼ ἐχειροτονήσατε, καὶ πολλὰ καὶ δυσχερῆ διὰ τοὔνομα συμβέβηκεν ἡμῖν, ὧν, ἵνʼ εἰδῆτε, ἑκάστων μάρτυρας ὑμῖν παρέξομαι. ΜΑΡΤΥΡΕΣ. ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμβαίνοντα, καὶ τὴν ἀηδίαν τὴν ἐκ τοῦ πράγματος. εἰ τοίνυν μηδὲν ἀηδὲς ἦν ἐκ τούτων, μηδʼ ὅλως ἀδύνατον ταὐτὸν ἔχειν ὄνομʼ ἡμῖν συνέβαινεν, οὐ δήπου τοῦτον μὲν δίκαιον τὸ μέρος τῶν ἐμῶν χρημάτων ἔχειν κατὰ τὴν ποίησιν, ἣν ὁ πατὴρ αὐτὸν ἀναγκασθεὶς ἐποιήσατο, ἐμὲ δʼ ἀφαιρεθῆναι τοὔνομα, ὃ βουλόμενος καὶ οὐδʼ ὑφʼ ἑνὸς βιασθεὶς ἔθετο. οὐκ ἔγωγʼ ἡγοῦμαι. ἵνα τοίνυν εἰδῆτε, ὅτι οὐ μόνον εἰς τοὺς φράτερας οὕτως, ὡς μεμαρτύρηται, ὁ πατὴρ τὴν ἐγγραφὴν ἐποιήσατο, ἀλλὰ καὶ τὴν δεκάτην ἐμοὶ ποιῶν τοὔνομα τοῦτʼ ἔθετο, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.