<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="15"><p>ὅτι νὴ Δίʼ εἴσονται πάντες πότερός ποτʼ ὦφλεν. καλῶς. ἂν δέ, ὃ τυχὸν γένοιτʼ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντʼ ᾖ ταὐτά; τί δʼ, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμʼ ἐγγεγραφώς; τί δʼ, εἴ τινας εἰσφορὰς μὴ θείη; </p></div></div></body></text></TEI>