λοιπὸν εἰς τὸ δικαστήριον ἡμᾶς εἰσιέναι. οὐκοῦν ἐφʼ ἑκάστῳ τούτων δικαστήριον ἡμῖν ἡ πόλις καθιεῖ, καὶ τοῦ μὲν κοινοῦ καὶ ἴσου, τοῦ τὸν λαχόντʼ ἄρχειν, ἀποστερησόμεθα, ἀλλήλους δὲ πλυνοῦμεν, καὶ ὁ τῷ λόγῳ κρατήσας ἄρξει. καὶ πότερʼ ἂν βελτίους εἴημεν τῶν ὑπαρχουσῶν δυσκολιῶν ἀπαλλαττόμενοι, ἢ καινὰς ἔχθρας καὶ βλασφημίας ποιούμενοι; ἃς πᾶσʼ ἀνάγκη συμβαίνειν, ὅταν ἀρχῆς ἤ τινος ἄλλου πρὸς ἡμᾶς αὐτοὺς ἀμφισβητῶμεν. τί δʼ, ἂν ἄρα (δεῖ γὰρ ἅπαντα ἡμᾶς ἐξετάσαι) ἅτερος ἡμῶν πείσας τὸν ἕτερον, ἐὰν λάχῃ, παραδοῦναι αὑτῷ τὴν ἀρχήν, οὕτω κληρῶται, τὸ δυοῖν πινακίοιν τὸν ἕνα κληροῦσθαι τί ἄλλʼ ἐστίν; εἶτʼ ἐφʼ ᾧ θάνατον ζημίαν ὁ νόμος λέγει, τοῦθʼ ἡμῖν ἀδεῶς ἐξέσται πράττειν; πάνυ γε· οὐ γὰρ ἂν αὐτὸ ποιήσαιμεν. οἶδα κἀγώ, τὸ γοῦν κατʼ ἐμέ· ἀλλʼ οὐδʼ αἰτίαν τοιαύτης ζημίας ἐνίους ἔχειν καλόν, ἐξὸν μή. εἶεν. ἀλλὰ ταῦτα μὲν ἡ πόλις βλάπτεται· ἐγὼ δʼ ἰδίᾳ τί; θεάσασθʼ ἡλίκα, καὶ σκοπεῖτʼ ἄν τι δοκῶ λέγειν· πολὺ γὰρ χαλεπώτερα ταῦθʼ ὧν ἀκηκόατʼ ἐστίν. ὁρᾶτε μὲν γὰρ ἅπαντες αὐτὸν χρώμενον, ἕως μὲν ἔζη, Μενεκλεῖ καὶ τοῖς περὶ ἐκεῖνον ἀνθρώποις, νῦν δʼ ἑτέροις ἐκείνου βελτίοσιν οὐδέν, καὶ τὰ τοιαῦτʼ ἐζηλωκότα καὶ δεινὸν δοκεῖν εἶναι βουλόμενον· καὶ νὴ Δίʼ ἴσως ἔστιν. ἂν οὖν προϊόντος τοῦ χρόνου τῶν αὐτῶν τι ποιεῖν τούτοις ἐπιχειρῇ (ἔστι δὲ ταῦτα γραφαί, φάσεις, ἐνδείξεις, ἀπαγωγαί), εἶτʼ ἐπὶ τούτων τινί (πολλὰ γάρ ἐστι τἀνθρώπινα, καὶ τοὺς πάνυ δεινοὺς ἑκάστοτε, ὅταν πλεονάζωσιν, ἐπίστασθʼ ὑμεῖς κοσμίους ποιεῖν) ὄφλῃ τῷ δημοσίῳ, τί μᾶλλον οὗτος ἐγγεγραμμένος ἔσται ἐμοῦ; ὅτι νὴ Δίʼ εἴσονται πάντες πότερός ποτʼ ὦφλεν. καλῶς. ἂν δέ, ὃ τυχὸν γένοιτʼ ἄν, χρόνος διέλθῃ καὶ μὴ ἐκτεισθῇ τὸ ὄφλημα, τί μᾶλλον οἱ τούτου παῖδες ἔσονται τῶν ἐμῶν ἐγγεγραμμένοι, ὅταν τοὔνομα καὶ ὁ πατὴρ καὶ ἡ φυλὴ καὶ πάντʼ ᾖ ταὐτά; τί δʼ, εἴ τις δίκην ἐξούλης αὐτῷ λαχὼν μηδὲν ἐμοὶ φαίη πρὸς αὑτὸν εἶναι, κυρίαν δὲ ποιησάμενος ἐγγράψαι, τί μᾶλλον ἂν εἴη τοῦτον ἢ ἔμʼ ἐγγεγραφώς; τί δʼ, εἴ τινας εἰσφορὰς μὴ θείη;