<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0014.tlg039.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="10"><p>φέρε, εἰ δὲ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος, τί ἂν ποιοῖμεν; ἢ βαδίζοιμεν ἂν ἄμφω; τῷ γὰρ ἔσται δῆλον πότερον σὲ κέκληκεν ἢ ἐμέ; πρὸς Διός, ἂν δʼ ἀρχὴν ἡντινοῦν ἡ πόλις κληροῖ, οἷον βουλῆς, θεσμοθέτου, τῶν ἄλλων, τῷ δῆλος ὁ λαχὼν ἡμῶν ἔσται; πλὴν εἰ σημεῖον, ὥσπερ <add>ἂν</add> ἄλλῳ τινί, τῷ χαλκίῳ προσέσται· καὶ οὐδὲ τοῦθʼ ὁποτέρου ἐστὶν οἱ πολλοὶ γνώσονται. οὐκοῦν ὁ μὲν ἑαυτόν, ἐγὼ δʼ ἐμαυτὸν φήσω τὸν εἰληχότʼ εἶναι.</p></div></div></body></text></TEI>