εἰ μὲν οὖν μηδὲν ἠμφεσβητήθη περὶ τούτων πρότερον, μηδʼ ὡς οὐ καλῶς διῳκημένων εἰς δίκην ἦλθεν, ἄλλος ἂν ἦν λόγος· ἐπειδὴ δʼ ὅλην τὴν ἐπιτροπὴν ἐγκαλέσαντες οὗτοι καὶ δίκας λαχόντες χρήματʼ ἐπράξαντο, πάντα ταῦτʼ ἀφεῖται τότε. οὔτε γὰρ οὗτοι τοὐνόματος δήπου τοῦ τῆς ἐπιτροπῆς τὰς δίκας ἐδίωκον, ἀλλὰ τῶν χρημάτων, οὔτʼ ἐκεῖνοι τοὔνομα τοῦτʼ ἐωνοῦνθʼ ὧν ἀπέτεισαν χρημάτων, ἀλλὰ τὰ ἐγκλήματα. ὅτι μὲν οὖν ὧν πρὸ τῶν ἀπαλλαγῶν εἰσέπραξεν χρεῶν ὁ πατὴρ ἢ ὅλως ἔλαβεν χρημάτων ἐκ τῆς ἐπιτροπῆς, οὐδενός εἰσιν δίκαι τούτοις καθʼ ἡμῶν ἀπηλλαγμένοις, ἐξ αὐτῶν τῶν νόμων καὶ τῆς ἀφέσεως ἱκανῶς πάντας ἡγοῦμαι ὑμᾶς μεμαθηκέναι. ὅτι δʼ ὕστερον οὐκ ἔνι τὴν κομιδὴν γεγενῆσθαι τούτων τῶν χρημάτων (τοῦτο γὰρ πλάττουσιν οὗτοι καὶ παράγουσιν), τοῦτο βούλομαι δεῖξαι. τὸν μὲν γὰρ πατέρʼ οὐδʼ ἂν αἰτιάσαιντο λαβεῖν (τέτταρσι γὰρ ἢ τρισὶ μησὶν ὕστερον ἢ διελύσατο πρὸς τούτους ἐτελεύτησεν). ὡς δʼ οὐδὲ Δημάρετον τὸν καταλειφθένθʼ ἡμῶν ἐπίτροπον λαβεῖν οἷόν τε (καὶ γὰρ τοῦτον ἔγραψαν εἰς τὸ ἔγκλημα), καὶ τοῦτʼ ἐπιδείξω.