ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματʼ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δʼ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. λέγε τὸν νόμον. ΝΟΜΟΣ.