τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθʼ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφʼ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρʼ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.