οὐκ ἐμίσθωσαν ἡμῶν τὸν οἶκον, ἴσως ἐροῦσιν. οὐ γὰρ ἐβούλεθʼ ὁ θεῖος ὑμῶν Ξενοπείθης, ἀλλὰ φήναντος Νικίδου τοὺς δικαστὰς ἔπεισεν ἐᾶσαι αὑτὸν διοικεῖν· καὶ ταῦτʼ ἴσασιν πάντες. πολλὰ διήρπασαν ἡμῶν ἐκεῖνοι. οὐκοῦν ἣν ἐπείσθητέ γε, τούτων δίκην παρʼ αὐτῶν ἔχετε, καὶ οὐ δήπουθεν πάλιν δεῖ λαβεῖν ὑμᾶς παρʼ ἐμοῦ. ἵνα δὲ μηδʼ οἴησθʼ εἶναί τι ταῦτα, ἔστι μὲν οὐκ ἴσον (πῶς γάρ;) πρὸς τοὺς πράξαντας διαλυσαμένους τῶν οὐκ εἰδότων κατηγορεῖν, ὅμως μέντοι, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε, εἰ μεγάλʼ ὑμῖν καὶ θαυμάστʼ εἶναι τὰ δίκαια ταῦθʼ ὑπολαμβάνετε, ἀποδόντες τὰ τρία τάλαντα περαίνετε. ὧν δὲ τοῦ μὴ κατηγορῆσαι τοσαῦτα χρήματʼ ἐπράξασθε, πρὶν ἂν ταῦτʼ ἀποδῶτε, σιωπᾶν ἐστὲ δίκαιοι, καὶ μὴ κατηγορεῖν καὶ ἔχειν· ἔσχατον γὰρ ἤδη πραγμάτων τοῦτό γε. τάχα τοίνυν ἴσως καὶ τριηραρχίας ἐροῦσι, καὶ τὰ ὄνθʼ ὡς ἀνηλώκασιν εἰς ὑμᾶς. ἐγὼ δʼ ὅτι μὲν ψεύσονται, καὶ πόλλʼ ἀπολωλεκότες τῶν ὄντων αὑτοῖς, μικρὰ τῆς πόλεως μετειληφυίας, οὐ δικαίαν οὐδὲ γιγνομένην χάριν ἀξιώσουσι κομίζεσθαι παρʼ ὑμῶν, ἐάσω. ἀξιῶ δὲ καὶ αὐτός, ὦ ἄνδρες δικασταί, εἶναι τοῖς λῃτουργοῦσιν ὑμῖν ἅπασιν χάριν τινʼ ὑπάρχουσαν παρʼ ὑμῶν. τίσιν δὲ μεγίστην; τοῖς ὃ μὲν χρήσιμον τῇ πόλει τοῦ πράγματός ἐστι ποιοῦσιν, ὃ δʼ αἰσχρὸν ἅπαντες ἂν εἶναι φήσαιεν καὶ ὄνειδος, μὴ κατασκευάζουσιν.