ἐγὼ δὲ τὸ μὲν τῶν δικῶν μέγεθος τῶν τότε ληχθεισῶν μεῖζον ἡγοῦμαι τεκμήριον ἡμῖν εἶναι ὡς ἐσυκοφαντεῖθʼ ὁ πατήρ, ἢ τούτοις ὡς πόλλʼ ἀπεστεροῦντο. ὀγδοήκοντα μὲν γὰρ τάλαντʼ ἔχων ἐξελέγχειν, οὐδὲ εἷς ἂν τρία λαβὼν ἀπηλλάγη· τοσούτων δὲ χρημάτων ἐπιτροπῆς φεύγων, οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν ἔδωκεν τρία τάλαντα, τὸν κίνδυνον ὠνούμενος καὶ τὰ φύσει τότε τούτοις πλεονεκτήμαθʼ ὑπάρχοντα. καὶ γὰρ ὀρφανοὶ καὶ νέοι καὶ ὁποῖοί τινές εἰσιν ἀγνῶτες ἦσαν· ταῦτα δὲ πάντες φασὶν μεγάλων δικαίων ἰσχύειν πλέον παρʼ ὑμῖν.