ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς . ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντίʼ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότʼ ἐγκαλοῦντες φαίνονται. λέγʼ αὐτὸ τὸ ἔγκλημα, ὃ τότʼ ἔλαχον τῷ πατρί. ΕΓΚΛΗΜΑ.