ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.