δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας πάλιν δικάζηται, γεγενημένων ἀμφοτέρων τούτων τῷ πατρὶ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην τοὺς εἰληχότας ἡμῖν, παρεγραψάμεθα, ὥσπερ ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. δεήσομαι δὲ καὶ δίκαια καὶ μέτριʼ ὑμῶν ἁπάντων, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, εἶτʼ, ἐὰν ἀδικεῖσθαι δοκῶ καὶ μὴ προσήκοντος ἐγκλήματος φεύγειν δίκην, βοηθῆσαί μοι τὰ δίκαια. ὃ μὲν γὰρ ὑμεῖς ἐπὶ τῇ δίκῃ τίμημʼ ἀκηκόατε, τριάκοντα μναῖ εἰσιν, ὧν δὲ φεύγομεν χρημάτων, τέτταρα τάλαντα. ὄντες γὰρ δύο τέτταρας εἰλήχασι δίκας ἡμῖν, τῶν αὐτῶν χρημάτων πάσας, τρισχιλίων ἑκάστην, βλάβης· καὶ νυνὶ πρὸς τριάκοντα μνῶν ἐπίγραμμα, ὑπὲρ τοσούτων χρημάτων εἰς ἀγῶνα καθέσταμεν. τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθʼ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφʼ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρʼ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ. ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματʼ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δʼ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. λέγε τὸν νόμον. ΝΟΜΟΣ. ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας· ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι. οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτʼ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης,